Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1137
Not analysed yet
πλῆθος αὐτοῦ, καὶ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, καὶ οἱ καταβεβηκότες ἀπερίτμητοι εἰς γῆς βάθος. Ἔθος ἦν ἐν τοῖς πολέμοις κατὰ τὰ ἔθνη τὰ μνήματα γίγνεσθαι· τοὺς γὰρ οἰκείους συνάγοντες οἱ ὁμόφυλοι μιᾷ παρεδίδοσαν ταφῇ· τοῦτο τοίνυν καὶ ἐνταῦθα δεδήλωκε τὸ Αἰλὰμ ἔθνος πεποιηκέναι· Ἀσσυρίοις δὲ τοῦτο πελάζει. Διδάσκει δὲ ὅτι καὶ ἀπερίτμητοι τὸν θάνατον ἐδέξαντο, οὐδαμῶς τῆς ἀσεβείας ἀπαλλαγέντες. Εἶτα πάλιν εἰρηκὼς, ὅτι οἱ πάλαι πᾶσι φοβεροὶ τὴν οἰκείαν ἐδέξαντο βάσανον, καὶ παραπλησίως τοῖς ἄλλοις ἀπέθανον, ἐπήγαγεν· κεʹ. Ἑκάστῳ περικύκλῳ ἡ ταφὴ αὐτοῦ, πάντων ἀπεριτμήτων τραυματιῶν μαχαίρᾳ. Λέγει δὲ τὰ ἄλλα ἔθνη τὰ ταύτην δεξάμενα τὴν σφαγήν. κϛʹ. Ἐκεῖ ἐδόθησαν Μοσὸχ καὶ Θοβέλ. Θοβὲλ δὲ καλοῦνται οἱ Ἴβηρες, Μοσὸχ δὲ Καππαδόκαι. Πάλιν δὲ ταὐτὰ εἰρηκὼς, ἃ καὶ περὶ τῶν Αἰλαμιτῶν εἴρηκεν, ἐπήγαγε· κζʹ. Καὶ ἔθηκαν τὰς μαχαίρας αὑτῶν ὑπὸ τὰς κεφαλὰς αὑτῶν. Περιττὰ γὰρ τὰ ὅπλα, τῶν τούτοις κεχρημένων, ἀνῃρημένων. Λέγει δὲ καὶ τῆς σφαγῆς τὴν αἰτίαν· «Καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν.» Δίκας, φησὶ, τῆς ἀσεβείας ἐξέτισαν. Εἶτα καὶ τῆς ἀσεβείας τὸ εἶδος παραδηλοῖ· «Ὅτι ἐξεφόβησαν γίγαντες ἐν τῇ ζωῇ αὑτῶν, καὶ φόβος δυναστευόντων ἐγένοντο ἐν τῇ γῆ τῶν ζώντων.» Τοσαύτῃ γὰρ, φησὶν, ἐχρήσαντο ὠμότητι καὶ θρασύτητι, ὡς πᾶσιν ἐπιθεῖναι φόβον, οὐ μόνον τοῖς εὐτελέσιν, ἀλλὰ καὶ τοῖς ἐπὶ ἰσχύϊ καὶ δυναστείᾳ μεγαλοφρονοῦσι. Διὸ, φησὶ, τοῖς ἀναιρεθεῖσιν ὑπὸ σοῦ καὶ τὴν σφαγὴν ἐδέξω παραπλησίαν. Ταῦτα δ' ὑπέμειναν καὶ τὰ ἄλλα ἔθνη. κθʹ. Ἐκεῖ γὰρ Ἐδὼμ, καὶ βασιλεῖς αὐτῆς, καὶ πάντες οἱ ἄρχοντες αὐτῆς, οἱ δόντες τὴν ἰσχὺν αὑτῶν εἰς τραύματα μαχαίρας. Τουτέστιν, οἱ τῇ ἰσχύϊ εἰς μιαιφονίαν χρησάμενοι. Καὶ τούτους δὲ δείξας ὁμοίως ἀναιρεθέντας, ὁμοίως ἐπήγαγε· λʹ. Ἐκεῖ οἱ ἄρχοντες τοῦ βοῤῥᾶ πάντες αὐτοὶ, πάντες οἱ στρατηγοὶ τοῦ Ἀσσοὺρ, οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὑτῶν. «Ἐξελεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὑτοῦ, ὥς φησιν ὁ θεῖος Δαβίδ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» Τοῦτο καὶ ἐνταῦθα ὁ Θεὸς ἔφη· «Οἵτινες κατήχθησαν μετὰ τραυματιῶν σὺν τῷ φόβῳ αὐτῶν·» τῷ γὰρ θανάτῳ καὶ ὁ τῆς δυναστείας συγκατελύθη φόβος. «Ἡττηθέντες, φησὶν, ἀπὸ τῆς ἰσχύος αὐτῶν,» τουτέστι, γυμνοὶ καὶ ἔρημοι τῆς