Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1140
Not analysed yet
ἰσχύος ἐγένοντο. «Αἰσχυνόμενοι ἐκοιμήθησαν ἀπερίτμητοι.» Οὐδὲν γὰρ οὕτως αἰσχύνης ἀναπίμπλησιν, ὡς πονηροῦ συνειδότος κατηγορία. Ἀπεριτμὴτους δὲ πάλιν ἐκάλεσε τοὺς τῆς ἁμαρτίας μὴ περιτέμνοντας τὰ περιττώματα. Εἶτα εἰρηκὼς, ὅτι ἔλαβον τὴν βάσανον αὑτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον, τουτέστι τὴν τιμωρίαν, ἐπήγαγεν· λαʹ, λβʹ. Ἐκείνους ὄψεται βασιλεὺς Φαραὼ, καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, τραυματίαι μαχαίρας Φαραὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος· Ὅτι ἔδωκε τὸν φόβον αὑτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων τραυματιῶν μαχαίρας Φαραὼ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, λέγει Ἀδωναῒ Κύριος. Εἰς ἐκείνους γὰρ, φησὶν, ἀφορῶν ὁ Φαραὼ μείζους γεγενημένους, καὶ λίαν δυνατωτέρους, παραψυχήν τινα λήψεται, καὶ σὺν αὐτῷ οἱ ὑπήκοοι· δώσει δὲ ὅμως τῆς ἀσεβείας δίκας, ὅτι πολὺν τοῖς ὑπηκόοις ἐπιτεθεικὼς φόβον, αὐτὸς τὸν ἐμὸν οὐκ ἐδέξατο νόμον, ἀλλ' εἴασε τὴν ψυχὴν ἀπερίτμητον. Οὗ χάριν μετὰ τῶν τοιούτων καὶ αὐτὸς, καὶ οἱ τὰ αὐτὰ αὐτῷ πεφρονηκότες, τῶν ὁμοίως αὐτῷ βεβιωκότων δέξονται τὴν σφαγήν. Ταῦτα τοίνυν μεμαθηκότες, καὶ διὰ τῶν θείων ἐγνωκότες λογίων, οἵας τίνουσι δίκας οἱ τὴν ψυχὴν ἔχοντες ἀπερίτμητον, δεξώμεθα, παρακαλῶ, τοῦ παναγίου Πνεύματος τὴν ἀχειροποίητον περιτομὴν, περὶ ἧς ὁ μακάριος λέγει Παῦλος· «Καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.» Περιτομὴν δὲ καρδίας ἐδιδάχθημεν εἶναι τὴν τῆς ἁμαρτίας ἀφαίρεσιν, καὶ τῶν τῆς διανοίας κακῶν κινημάτων τὴν ἐκτομήν. Καὶ τοῦτο διδάσκων ὁ Δεσπότης ἔλεγεν· «Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ.» Καὶ περὶ χειρὸς δὲ καὶ ποδὸς τὸ αὐτὸ εἴρηκε καὶ προστέθεικε· «Συμφέρει σοι, ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν.» Μέλη δὲ ἐνταῦθα τὰς τῶν μελῶν ἐκάλεσεν ἐνεργείας, ἃς προσήκει περιτέμνειν, καὶ ἐκκόπτειν, καὶ τὸ λογικὸν ἀποκαθαίρειν, καὶ ὅλον τοῖς θείοις νόμοις ἀφιεροῦν τε καὶ καθοσιοῦν. Οὕτω γὰρ τῆς μὲν τοῦ ἐναντίου κοινωνίας ἀλλότριοι γενησόμεθα, τὸν δὲ ἡμέτερον καὶ Δεσπότην καὶ εὐεργέτην ἔνοικον ληψόμεθα, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.