Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1141
Not analysed yet
ΤΟΜΟΣ ΙΓʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου. Εὐμενὴς ὢν ὁ Θεὸς, ἑαυτοῦ λαὸν καλεῖ τὸν λαόν· διὰ δὲ τὰς παρανομίας ἀποστρεφόμενος, οὐκέτι τῷ οἰκειώσεως ὀνόματι κέχρηται· τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου Μωσέως ἔστι γεγενημένον ἰδεῖν. Πρὸ μὲν γὰρ τῆς παρανομίας ἔφη τῷ Φαραώ· «Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ·» μετὰ δὲ τὴν τοῦ μόσχου λατρείαν, λέγει τῷ Μωσεῖ· «Σπεῦσον, κατάβηθι τὸ τάχος ἐντεῦθεν, ἠνόμησεν ὁ λαός σου.» Οὕτω τοίνυν κἀνταῦθα οὐχ ἑαυτοῦ, ἀλλὰ τοῦ προφήτου λαὸν καλεῖ τὸν λαόν. Καὶ ἐρεῖς πρὸς αὐτούς· Γῆ, ἐφ' ἣν ἂν ἐγὼ ἐπάγω ῥομφαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν, καὶ δώσῃ αὐτὸν ἑαυτοῖς εἰς σκοπόν· (γʹ—εʹ.) καὶ ἴδῃ ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν, καὶ σαλπίσῃ τῇ σάλπιγγι, καὶ σημάνῃ τῷ λαῷ· καὶ ἀκούσῃ ὁ ἀκούσας τῆς σάλπιγγος, καὶ μὴ φυλάξηται, καὶ ἐπέλθῃ ἡ ῥομφαία, καὶ καταλάβῃ αὐτὸν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται. Ὅτι τῆς φωνῆς τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Ῥομφαίαν λέγει τὸν πόλεμον, σκοπὸν δὲ τὸν κατάσκοπον· διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὅτι εἰρήνην μὲν τοῖς ἀνθρώποις αὐτὸς παρέχει δι' ἀγαθότητα, πόλεμον δὲ συγχωρεῖ γενέσθαι διὰ τὰς τῶν ἀνθρώπων παρανομίας ἐφελκομένων τὰ λυπηρά. Ἐὰν τοίνυν, φησὶ, πολέμου κατά τινος πόλεως γενομένου κατάσκοπον ἐπὶ γηλόφου τινὸς καταστήσωσιν οἱ πολεμούμενοι, εἶτα ἐκεῖνος θεασάμενος ἐπιοῦσαν τὴν στρατείαν σημάνῃ τῇ σάλπιγγι, καὶ μὴ καταφρονήσῃ, μηδὲ ἀμελήσῃ τῶν εἰς τοῦτο αὐτὸν προβαλλομένων, αὐτὸς μὲν, φησὶν, ἀθῶος ἔσται τὸ ἐγκεχειρισμένον ἔργον πεπληρωκὼς, ὁ δὲ μὴ βουληθεὶς φυλάξασθαι καὶ τῆς οἰκείας φροντίσαι σωτηρίας, πρόξενος ἑαυτῷ σφαγῆς καὶ αἰχμαλωσίας γενήσεται. Διό φησι· «Τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται·» ἑαυτῷ, φησὶ, τὰς αἰτίας τῆς σφαγῆς ἀνατιθέτω. «Οὗτος δὲ, ὅτι ἐφυλάξατο, τὴν ψυχὴν ἑαυτοῦ ἐξείλετο.» Ἐὰν δὲ, φησὶ, φυλάξηται, αἴτιος ἑαυτῷ σωτηρίας γενήσεται. ϛʹ. Καὶ ὁ σκοπὸς ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην, καὶ μὴ σαλπίσῃ τῇ σάλπιγγι, καὶ