Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1144
Not analysed yet
μὴ σημάνῃ τῷ λαῷ, καὶ ὁ λαὸς μὴ φυλάξηται, καὶ ἐπελθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχὴν, αὐτὴ μὲν διὰ τὴν αὐτῆς ἀνομίαν ἐλήφθη, τὸ δὲ αἷμα αὐτῆς ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. Ἐὰν δὲ, φησὶν, ἀμελήσας ὁ χειροτονηθεὶς κατάσκοπος μὴ σημάνῃ τῷ λαῷ τῶν πολεμίων τὴν ἔφοδον, οἱ μὲν ἀναλισκόμενοι δίκας ὧν ἐπλημμέλησαν τίσουσι, τῆς δὲ γεγενημένης ὑπὸ τοῦ σκοποῦ προδοσίας αὐτὸς ὑφέξει τὰς εὐθύνας· ταῦτα δὲ ἔφη σπουδαιότερον τὸν προφήτην περὶ τὴν τοῦ λόγου διακονίαν ποιῇ. Διὸ ἐπάγει· ζʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός μου λόγον, καὶ προφυλάξῃς αὐτὸν παρ' ἐμοῦ. Ὅπερ ἐν τοῖς πολεμίοις, φησὶν, εἴωθε ποιεῖν ὁ κατάσκοπος, τοῦτό σε δρᾷν, ὦ προφῆτα, προσήκει, καὶ τὰ παρ' ἐμοῦ λεγόμενα μετὰ πάσης προθυμίας διαπορθμεύειν. ηʹ. Ἐν τῷ εἰπεῖν με τῷ ἁμαρτωλῷ· Ἁμαρτωλὲ, θανάτῳ ἀποθανῇ, καὶ μὴ διαστείλῃ τῷ ἁμαρτωλῷ τοῦ φυλάξασθαι τὸν ἀσεβῆ, τοῦ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τοῦ ζῆσαι αὐτὸν, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὑτοῦ ἀποθανεῖται· τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω. Ἐὰν, φησὶ, καταψηφίσωμαί τινος θάνατον, καὶ μὴ γνωρίσῃς αὐτῷ τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον, ἵνα διὰ μετανοίας λύσῃ τὴν ψῆφον, ἐκεῖνος μὲν ἄξιον εὑρήσει τοῦ βίου τὸ πέρας, σὲ δὲ τῆς ἀπωλείας τῆς ἐκείνου πράξομαι τὰς εὐθύνας· ἐὰν δὲ, φησὶ, σὺ μὲν τὰ παρ' ἐμοῦ πάντα δῆλα ποιήσῃς τῷ παρανόμως βιοῦντι, καταφρονήσῃ δὲ ἐκεῖνος τῶν σῶν λόγων, καὶ τῇ οἰκείᾳ ἐπιμείνῃ κακίᾳ, ἐκεῖνος μὲν τὴν δικαίαν ὑφέξει τιμωρίαν, σὺ δὲ σεαυτὸν ἀπαλλάξεις τῶν εὐθυνῶν. ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ οἴκῳ Ἰσραήλ· Οὕτως ἐλαλήσατε λέγοντες· Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐν ἡμῖν εἰσι, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα, καὶ πῶς ζησόμεθα; Ἐμοῦ, φησὶ, πάντα ὑπὲρ τῆς τοῦ Ἰσραὴλ σωτηρίας πραγματευομένου, καὶ ἀπαγορεῦσαι αὐτοὺς μὴ βουλομένου, ἀπαγορευτικοῖς αὐτοὶ κέχρηνται λόγοις, καὶ ἀδύνατον εἶναι νομίζουσι τὴν διὰ μετανοίας σωτηρίαν, βαρύτατον ἁμαρτημάτων περικεῖσθαι φορτίον λέγοντες, καὶ ἔτι καὶ τήμερον καὶ τῇ πλάνῃ καὶ τῇ παρανομίᾳ κεχρῆσθαι· καὶ ἡγοῦνται ἀδύνατον εἶναι, τοὺς οὕτω διακειμένους διὰ μετανοίας τῆς σωτηρίας τυχεῖν. ιαʹ. Εἰπὲ τοίνυν αὐτοῖς· Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῇν αὐτόν. Τίς ἂν ἀξίως θαυμάσηται τοῦ Δεσπότου τὴν ἀγαθότητα; ἀγνωμονούμενος γὰρ, καὶ λίαν ἀχαριστούμενος, κήδεται τῶν ἀχαρίστων, καὶ πᾶσαν αὐτῶν ποιεῖται