Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1145
Not analysed yet
πρόνοιαν, ἰδεῖν αὐτῶν βουλόμενος τὴν μεταβολήν. Διὸ ἐπάγει πατρικὴν καὶ φιλοστοργίας πεπληρωμένην παραίνεσιν· «Ἐπιστροφῇ ἐπιστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ;» Ὁ δὲ διπλασιασμὸς τῆς Ἑβραίων γλώττης ἰδίωμα, δηλοῖ δὲ τῆς ἐπιστροφῆς τὸ γνήσιον. ιβʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ, καὶ ἀνομία ἀνόμου οὐ μὴ ἀποκτείνῃ αὐτὸν ἐν ᾗ ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ. Πεῖσαι βουλόμενος, ὡς δέχεται τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, ἀπὸ τοῦ ἐναντίου τοῦτο δείκνυσιν. Ὥσπερ γὰρ, φησὶν, εἴ τις τῶν ἐν ἀρετῇ βεβιωκότων ταύτην μὲν καταλείποι τὴν ὁδὸν, τὴν δὲ τῆς κακίας προέλοιτο, ἀνάγκη αὐτὸν εὑρεῖν ἄξιον τῆς ὁδοῦ τὸ τέλος· οὕτως εἴ τις παρανομίᾳ συντραφεὶς εἰς τὴν τῆς ἀρετῆς ὁδὸν ἐπανελθεῖν ἐθελήσειεν, ἀπαλλαγήσεται πάντως τῆς τοῖς παρανόμοις τιμωρίας ἀφωρισμένης. ιγʹ—ιεʹ. Ἐν τῷ εἰπεῖν με τῷ δικαίῳ, ὅτι ζωῇ ζήσει, καὶ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὑτοῦ, καὶ ποιήσει ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ μνησθῶσιν, ἐν τῇ ἀδικίᾳ αὑτοῦ ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ ἐν τῷ εἰπεῖν με τῷ ἀσεβεῖ· Θανάτῳ θανατωθήσῃ, καὶ ἀποστρέψει ἀπὸ τῆς ἀνομίας αὑτοῦ, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην· καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδῷ, καὶ ἅρπαγμα ἀποτίσει, ὁ ἄνομος ἐν τοῖς προστάγμασι τῆς ζωῆς διαπεπόρευται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. Οὔτε, φησὶ, τὸν δίκαιον ὀνήσει ἡ παρ' ἐμοῦ γινομένη τῶν ἀγαθῶν ὑπόσχεσις, εἰ μὴ ἐπιμείνῃ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ, ἀλλὰ δώσει δίκας τῶν βεβιωμένων ἀξίας· οὔτε τὸν ἁμαρτωλὸν ἡ τῆς τιμωρίας ἀπόφασις καταβλάψει τοῖς τῆς μετανοίας φαρμάκοις βουλόμενον χρήσασθαι, καὶ πάσης μὲν ἀδικίας ἀπαλλαττόμενον, φιλανθρωπίᾳ δὲ πρὸς τὸν πέλας χρώμενον, καὶ ἁπαξαπλῶς τὰ παρ' ἐμοῦ διηγορευμένα φυλάττειν προαιρούμενον· λύσει γὰρ τῇ μεταβολῇ τὴν ἀπόφασιν, καὶ ζωῆς ἀπολαύσεται. Καὶ τὸ πάντων ἐρασμιώτατον ιϛʹ. Πᾶσαι, φησὶν, αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μνημονευθήσονται αὐτῷ, ὅτι κρῖμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται. Οὕτω τὴν οἰκείαν ἀγαθότητα δείξας, τοῦ λαοῦ διελέγχει τὸ ἄγνωμον. ιζʹ Καὶ λέγουσιν οἱ υἱοὶ τοῦ λαοῦ σου· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου, καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα. Τοσαύτης, φησὶ, παρ' ἐμοῦ προκειμένης ἀγαθότητος καὶ φιλανθρωπίας, διαβάλλειν τὰς ἐμὰς τολμῶσιν οἰκονομίας, ὡς οὐκ ὀρθάς. Καὶ μὴν ἔδει συνιδεῖν αὐτοὺς ἀπὸ τῶν πραγμάτων,