Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1148
Not analysed yet
ὅτι τὰ μὲν ἐμὰ ἅπαντα καὶ ὀρθὰ καὶ δίκαια, τὰ δὲ σφῶν αὐτῶν διεστραμμένα. Εἶτα τὸ αὐτὸ σαφέστερον κατ' ἐρώτησιν λέγει· ιηʹ. Ἀκούσατε δὲ, οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐκ εὐθεῖα; οὐχὶ αἱ ὁδοὶ ὑμῶν οὐκ εὐθεῖαι; Εἶτα ἐπαναλαμβάνει τὰ εἰρημένα, καί φησιν, ὅτι ὁ δίκαιος τὴν κακίαν προαιρούμενος κολασθήσεται, καὶ ὁ ἁμαρτωλὸς εἰς τὴν δικαιοσύνην ἐπανιὼν σωτηρίας τεύξεται· ὑμῖν δὲ, φησὶ, τοῦτο οὐ κατεφάνη δίκαιον. Διὸ ἐπήγαγεν· κʹ. Καὶ τοῦτό ἐστιν ὃ εἴπατε· Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου. Ἔπειτα ἀποφαντικῶς· «Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.» Ἱκανὸν δὲ τοῦτο πεῖσαι καὶ τοὺς λίαν ἀδαμαντίνους τὴν τῆς κακίας ἀγαπῆσαι μεταβολήν. καʹ, κβʹ. Καὶ ἐγένετο ἐν τῷ δωδεκάτῳ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν, ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ἱερουσαλὴμ λέγων· Ἑάλω ἡ πόλις. Καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' ἐμὲ ἑσπέρας πρὶν ἢ ἐλθεῖν τὸν ἀνασωθέντα, καὶ ἤνοιξέ μου τὸ στόμα, ἕως ἦλθε πρός με τοπρωῒ, καὶ ἀνοιχθὲν τὸ στόμα μου οὐ συνεσχέθη ἔτι. Ὁ Σύρος, «Τῷ ἑνδεκάτῳ ἔτει καὶ τῷ δωδεκάτῳ μηνὶ,» καὶ μᾶλλον ἀκολούθως· τῷ γὰρ ἑνδεκάτῳ ἔτει ἥλω ἡ πόλις. Λέγει δὲ, ὅτι κατὰ τὸν εἰρημένον χρόνον ἧκέ τις ἀπαγγέλλων τῆς Ἱερουσαλὴμ τὴν ἅλωσιν, προλαβὼν δὲ ὁ Δεσπότης ἀφ' ἑσπέρας τὸν τῆς προφητείας ἐνέθηκε λόγον· ἕωθεν δὲ ἐκείνου φανέντος, καὶ τὴν ἀγγελίαν κομίσαντος, οὐκέτι με σιγῇ κατέχειν τοὺς προφητικοὺς εἴασε λόγους, ἀλλ' ἀπαύστως τούτους προσφέρειν ἐκέλευσέ τε καὶ παρεσκεύασε· πάντων γὰρ μάλιστα τῆς σιγῆς καὶ τῆς λαλιᾶς καιρὸν ὁ Δεσπότης ἐπίσταται. κγʹ, κδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ταύτας ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ, λέγοντες λέγουσιν· Εἷς ἦν Ἀβραὰμ, καὶ κατέσχε τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμὲν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. Ἀναλγησίας νοσοῦσιν ὑπερβολήν· μετὰ γὰρ τὰς τοσαύτας καὶ τηλικαύτας τιμωρίας, ἔτι θρασύνονται, καὶ τὴν ἐρημίαν τῆς Ἰουδαίας ὁρῶντες τολμῶσι λέγειν· Εἰ μόνος ὢν Ἀβραὰμ τήνδε κατέσχε τὴν γῆν, πολλῷ μᾶλλον ἡμεῖς πλείους ὄντες ταύτης ἐσόμεθα κύριοι. Ἔδει δὲ συνιδεῖν καὶ τοῦ Ἀβραὰμ τὴν ἀρετὴν καὶ τὴν οἰκείαν κακίαν, καὶ μὴ πλήθει θαῤῥεῖν, ἀλλὰ δικαιοσύνην ἐπιζητεῖν. Ὅθεν καὶ ὁ Δεσπότης τοῦτον αὐτοῖς προσφέρει τὸν ἔλεγχον· κεʹ, κϛʹ. Διὰ τοῦτο εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπειδὴ τοῦ αἵματος ἐσθίετε,