Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1149
Not analysed yet
καὶ τοὺς ὀφθαλμοὺς ὑμῶν αἴρετε εἰς τὰ εἴδωλα ὑμῶν, καὶ αἷμα ἐκχέετε, καὶ τὴν γῆν κληρονομήσετε; Ἔστητε ἐπὶ τῆς ῥομφαίας ὑμῶν, ἐποιήσατε βδελύγματα, καὶ ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ ἐμιάνατε, καὶ τὴν γῆν κατακληρονομήσετε; Τοῖς οἰκείοις, φησὶ, θαῤῥοῦντες ἔργοις ἐλπίζετε τῆς πατρῴας κρατήσειν γῆς· καὶ μὴν παράνομος ὑμῶν ὁ βίος, τὰ γὰρ ἀπηγορευμένα τῷ νόμῳ δρᾶτε· αἷμα μὲν γὰρ ἐσθίετε, ὃ καὶ τῷ Νῶε νομοθετῶν ἀπηγόρευσα, καὶ διὰ Μωσέως ἐκχεῖσθαι ἐπὶ τὴν γῆν προσέταξα· τὴν δὲ τῶν εἰδώλων θεραπείαν περὶ πολλοῦ ποιεῖσθε, μιαιφονίαις τε καὶ μοιχείαις κεχρημένοι διατελεῖτε. Τοιαῦτα τοίνυν τολμῶντες μὴ ἐλπίζετε κληρονομῆσαι τὴν γῆν. κζʹ, κηʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ζῶ ἐγὼ, εἰ μὴ οἱ ἐν ταῖς ἠρημωμέναις πεσοῦνται μαχαίρᾳ, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις, καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ. Καὶ δώσω τὴν γῆν εἰς ἔρημον. Τῶν εἰρημένων ἡ σφαγὶς τὸ, Ζῶ ἐγώ· λέγει ὅτι καὶ οἱ τὰς τετειχισμένας πόλεις οἰκοῦντες, καὶ οἱ τὰ σπήλαια, καὶ οἱ τοὺς ἐρήμους τόπους, τὰς προειρημένας τίσουσι τιμωρίας. Καὶ τὴν αἰτίαν δεικνὺς ἐπάγει· Καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ἰσραὴλ παρὰ τὸ μὴ εἶναι διαπορευόμενον. (κθʹ) Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν. Διὰ πάντων κἀκεῖνοι καὶ ἡμεῖς ἐδιδάχθημεν, παρανομίᾳ συζῶντες, μηδὲ πολλαῖς καὶ ἀριθμοῦ κρείττοσι μυριάσι θαῤῥεῖν· μόνοις δὲ τοῖς τῆς μετανοίας φαρμάκοις, ἃ προλαβὼν ἔδειξεν ὁ Δεσπότης. λʹ, λαʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λαλήσουσι περὶ σοῦ παρὰ τοὺς τοίχους, καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν, καὶ λαλήσουσιν ἕκαστος τῷ πλησίον αὑτοῦ, καὶ ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ, λέγοντες· Συνέλθωμεν, καὶ ἀκούσωμεν τί τὸ ῥῆμα τὸ ἐκπορευόμενον παρὰ Κυρίου. Καὶ ἔρχονται πρὸς σὲ, ὡς ἐκπορεύεται λαὸς, καὶ κάθηται ἐνώπιόν σου ὁ λαός μου, καὶ ἀκούουσι τὰ ῥήματά σου, καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Τὰ μὲν οὖν προειρημένα πάντα περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ ἐῤῥέθη· ταῦτα δὲ περὶ τῶν αἰχμαλώτων ἤδη γεγενημένων, καὶ τὴν Βαβυλῶνα οἰκούντων, οἳ ἀκούειν μὲν ἐβούλοντο τῶν προφητικῶν λογίων, πείθεσθαι δὲ τοῖς λεγομένοις οὐκ ἔτι, ἀλλ' ἐν τοῖς ἑαυτῶν συλλόγοις ἀλλήλοις παρακελευόμενοι πρὸς τὸν προφήτην δραμεῖν, καὶ μαθεῖν τὰ ὑπὸ τοῦ Θεοῦ διηγορευμένα, ἀντιλέγοντες διετέλουν· διό φησι