Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1152
Not analysed yet
»Καὶ οὐ μὴ ποιήσουσιν αὐτά. Ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν.» Οὐ συνομολογεῖ, φησὶν, ἡ καρδία τῇ γλώττῃ. «Ὀπίσω γὰρ τῶν μιασμάτων ἡ καρδία αὐτῶν πορεύεται.» Τέρψεως γὰρ μόνης, ἀλλ' οὐκ ὠφελείας, τὸν λόγον ἀκούουσιν. Ὅθεν ἁρμοδίως ἐπήγαγε· λβʹ. Καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου. Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρουμάτων τὴν μάθησιν· οὕτω καὶ οἱ λόγοι σου, ὦ προφῆτα, τὴν ἀκοὴν αὐτῶν μόνην τέρπουσι, τὴν δὲ ψυχὴν οὐ καταθέλγουσι πονηρίᾳ συζῶσαν. Τοῦτο γὰρ ἐπήγαγεν· «Καὶ ἀκούσονταί σου τοὺς λόγους, καὶ οὐ μὴ ποιήσουσιν αὐτοὺς, διότι ψεῦδος ἐν τῷ στόματι αὐτῶν.» Ἀλλὰ νῦν, φησὶ, μὴ πιστεύοντες, ὅταν ἴδωσι τὴν ἔκβασιν, διὰ τῆς πείρας πιστεύσουσιν. λγʹ. Ἡνίκα γὰρ, φησὶν, ἔλθωσιν, ἐροῦσιν· Ἰδοὺ ἥκει, καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὑτῶν. Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πραγμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφητικὴν μαθήσονται δύναμιν. Ἐντεῦθεν ἐπὶ τοὺς ποιμένας μεταφέρει τὸν λόγον· καλεῖ δὲ ποιμένας οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας· κατηγορεῖ δὲ αὐτῶν ἀναίδειαν, καὶ ῥᾳθυμίαν, καὶ τὴν τῶν προβάτων προδοσίαν. ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ. βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· προφήτευσον, καὶ εἰπὲ τοῖς ποιμέσι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; Οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Εἴπατε, φησὶν, ὑμεῖς, τί τοῦ ποιμένος ἴδιον, τὸ ἑαυτὸν νέμειν, ἢ τὰ πρόβατα βόσκειν; γʹ. Ἰδοὺ τὸ γάλα κατεσθίετε, καὶ τὰ ἔρια περιεβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατά μου οὐκ ἐβόσκετε. Τροπικῶς ἅπαντα λέγει. Ὑμεῖς μὲν γὰρ, οἱ ἱερεῖς, τὰς ἀπαρχὰς, καὶ τὰς δεκάτας, καὶ τὰ τῶν θυσιῶν ἀφαιρέματα ἐκαρποῦσθε· ὑμεῖς δὲ, οἱ βασιλεῖς, τὸν δασμὸν λαμβάνοντες καὶ τὸν φόρον, οὐκ ἠρκεῖσθε τούτοις, ἀλλὰ καὶ τοὺς εὐπόρους κατασφάζοντες τὸν τούτων ἐκαρποῦσθε πλοῦτον· οὔτε δὲ οἱ ἱερεῖς ὑμῶν, οὔτε ὑμεῖς τῆς τῶν προβάτων ἐπεμελεῖσθε θεραπείας. Εἶτα κατὰ μέρος αὐτῶν τὴν ἀτοπίαν διηγεῖται. δʹ. Τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ ἀῤῥωστοῦν οὐκ ἰάσασθε, καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐπεζητή-