Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1153
Not analysed yet
σατε (καὶ τὸ πάντων χαλεπώτατον), τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ, καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ. Οὐ γὰρ μόνον τοῖς ἀσθενοῦσι τὴν προσήκουσαν οὐ προσενηνέγκατε θεραπείαν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι πόνους πολλοὺς ἐπεθήκατε. Καὶ τοῦτο διὰ τῶν ἱστοριῶν ῥᾴδιον κατιδεῖν. Τοὺς μὲν γὰρ τὰ εἴδωλα προσκυνοῦντας καὶ παρανομίᾳ συζῶντας, ἰατρεύειν καὶ πρὸς τὸν Θεὸν ἐπιστρέφειν οὐκ ἠθέλησαν οἱ κακοὶ ποιμένες, τοὺς δὲ θείους προφήτας τὴν ἰσχὺν τῆς ἀρετῆς κεκτημένους αἰκιζόμενοι καὶ καθείργοντες, καὶ μυρίοις ἀλγεινοῖς ὑποβάλλοντες διετέλεσαν καὶ ταῦτα ποιοῦντες ἐπετώθαζον αὐτοῖς, κωμῳδοῦντες τὰ παρ' αὐτῶν λεγόμενα. Διό φησι· «Καὶ ἐν κράτει ἐπαιδεύσατε αὐτὰ, καὶ ἐν παιγνίῳ·» δεικνὺς, ὅτι κατὰ ταὐτὸν τοῖς μὲν ἁγίοις τὰ λυπηρὰ προσέφερον, αὐτοὶ δὲ παιδιὰν ἡγοῦντο, καὶ παίγνια τὰ γινόμενα. εʹ. Διὰ τούτους, φησὶ, τοὺς κακοὺς ποιμένας διέσπειρα τὰ πρόβατά μου, καὶ ἐγένετο εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ. Τροπικῶς πάλιν ἐκάλεσε τὰ θηρία, ἐπειδὴ κατὰ ταὐτὸν τὸν λόγον καὶ τὰ πρόβατα προσηγόρευσε. Καλεῖ δὲ θηρία νοητὰ μὲν τοὺς δαίμονας, τῶν ψυχῶν τοὺς ἀλάστορας, αἰσθητὰ δὲ τοὺς πανταχόθεν ἐπελθόντας αὐτοῖς πολεμίους. ϛʹ. Καὶ διεσπάρη καὶ ἐπλανήθη τὰ πρόβατά μου ἐν παντὶ ὄρει, καὶ ἐπὶ παντὶ βουνῷ ὑψηλῷ, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη τὰ πρόβατά μου, καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ἐπιστρέφων. —Ὄρη καὶ βουνοὺς καὶ τὰ ἄλλα ὅσα εἴρηκε, τὴν ἐν αὐτοῖς γενομένην τῶν εἰδώλων λατρείαν ἐκάλεσεν· ἐν ὄρεσι γὰρ καὶ γηλόφοις, καὶ ἐν παντὶ τόπῳ τὰ τῶν εἰδώλων ἱδρύσαντο τεμένη, οὔτε βασιλέων, οὔτε μὴν ἱερέων τὴν ἀσέβειαν κωλυόντων. Οὗ χάριν ἔφη· «Καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀποστρέφων.» Οὕτω τὴν κατηγορίαν ποιησάμενος, ἀπειλεῖ τοῖς ποιμέσι τὴν τιμωρίαν, καί φησιν· Ἐπεὶ διὰ ῥᾳστώνην τε καὶ ἀμέλειαν θηριάλωτα τὰ πρόβατά μου γέγονε, καὶ οὐδεμιᾶς παρ' ὑμῶν ἐπιμελείας ἢ προνοίας ἀπήλαυσε· μόνης γὰρ τῆς οἰκείας τρυφῆς, καὶ σωματικῆς ἐφροντίσατε θεραπείας· θʹ, ιʹ. Τούτου χάριν, ὦ ποιμένες, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ καταπαύσω αὐτοὺς τοῦ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ μὴ ποιμανοῦσιν αὐτὰ ἔτι οἱ ποιμένες· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκέτι ἔσται αὐτοῖς εἰς κατάβρωμα. Διὰ τούτων προεδήλωσε τῶν λόγων, καὶ τῆς βασιλείας τῆς τῶν Ἰουδαίων, καὶ τῆς ἀρχιερωσύνης τὴν παῦ-