Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1156
Not analysed yet
λαν. Ἐλευθερώσω γὰρ, φησὶ, τὰ πρόβατά μου τῆς κακῆς τούτων ἐπιστασίας, οἳ προνοίας μὲν οὐδεμιᾶς ἠξίωσαν αὐτὰ πώποτε, μόνον δὲ κατεσθίοντες αὐτὰ διετέλουν. Εἶτα διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ὑπισχνεῖται σωτηρίαν. ιαʹ, ιβʹ. Διότι τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά. Ὥσπερ ἐπισκέπτεται ὁ ποιμὴν τὸ ποίμνιον αὑτοῦ ἐν ἡμέρᾳ ὅταν ᾗ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων αὐτοῦ διακεχωρισμένων· οὕτως ἐκζητήσω τὰ πρόβατά μου, καὶ ῥύσομαι αὐτὰ ἐκ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεφέλης καὶ γνόφου. —Νεφέλην δὲ καὶ γνόφον ἐνταῦθα τὸν τῆς ἀγνοίας ἐκάλεσε ζόφον, ὃς κατὰ τῆς οἰκουμένης ἐκέχυτο πρὸ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως. Λέγει τοίνυν, ὅτι Δίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπισθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω· τοιαύτη δέ ἐστιν ἡ ἐξ Ἰουδαίων καὶ ἐξ ἐθνῶν συναχθεῖσα Ἐκκλησία. Εἶτα διπλῆν ποιεῖται τὴν προφητείαν. Τὸ μὲν γὰρ φαινόμενον αὐτοῖς μόνοις Ἰουδαίοις ἁρμόττει· τὸ δὲ μυστικόν τε καὶ κεκρυμμένον, πᾶσιν ἀνθρώποις, ἄλλως τε καὶ τύπος τῶν ἡμετέρων τὰ εἰς Ἰουδαίους γεγενημένα· συμβαίνει γὰρ τῇ ἐκείνων ἀνακλήσει, καὶ τῇ τῆς αἰχμαλωσίας ἀπαλλαγῇ, καὶ ἡ ἡμετέρα ἀπὸ τοῦ διαβόλου πρὸς Θεὸν ἐπάνοδος, καὶ τῆς τυραννικῆς ἐκείνης δουλείας ἡ ἐλευθερία. ιγʹ, ιδʹ. Καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν, καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, καὶ ποιμανῶ αὐτοὺς ἐπὶ τῶν ὀρέων Ἰσραὴλ, καὶ ἐν ταῖς φάραγξι, καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς. Ἐν νομῇ ἀγαθῇ βοσκήσω αὐτούς. Καὶ μὴν ἀγαθὸς ὁ νόμος, καὶ ἡ ἐντολὴ κατὰ τὸν Ἀπόστολον ἁγία, καὶ δικαία, καὶ ἀγαθὴ, ἀλλ' ἑτέραν αὐτοῖς ὑπισχνεῖται νομήν· τὴν γὰρ νομικὴν εἶχον. Τίς δὲ αὕτη ἡ ὑπὲρ τὴν νομικὴν ἀγαθὴ νομή; ἦ δῆλον ὡς τὴν τῶν θείων Εὐαγγελίων διδασκαλίαν αἰνίττεται, ἐν ᾗ νεμόμενα τοῦ Θεοῦ τὰ πρόβατα τρέφεται καὶ πιαίνεται, καὶ τῆς σωτηρίας ἀπολαύει; Καὶ τοῦτο σαφέστερον δηλῶν· «Ἐν τῷ ὄρει, φησὶ, τῷ ὑψηλῷ τοῦ Ἰσραὴλ ἔσται εὐπρέπεια αὐτῶν.» Καὶ μὴν ἐμνημόνευσεν ὀρέων πολλῶν, καὶ φαράγγων, καὶ διαφερόντως ὄρους τινὸς ὑψηλοῦ μνημονεύει, ἐν ᾧ προλέγει τῶν βοσκομένων τὴν ἐσομένην εὐπρέπειαν. Τούτου τοῦ ὄρους καὶ ὁ μακάριος Δαβὶδ μέμνηται, λέγων· «Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος