Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1157
Not analysed yet
τετυρωμένον, ὄρος πῖον.» Εἶτα τοῖς Ἰσραηλιτικοῖς ὄρεσι τούτῳ τῷ ὄρει διαφθονουμένοις φησίν· «Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μάτην, φησὶ, ζηλοτυπεῖτε τοῦτο τὸ ὄρος, ἐπειδὴ ἐν αὐτῷ κατασκηνοῦν ὁ Θεὸς εὐδόκησεν· εἰς τέλος γὰρ τοῦτο ποιήσει. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξαν οἱ ἄλλοι ἑρμηνευταί· ὁ μὲν Ἀκύλας εἰρηκώς· Ἱνατί ἐρίζετε ὄρη τετυρωμένα; ὁ δὲ Θεοδοτίων· Ἱνατί δικάζεσθε περὶ τούτου τοῦ ὄρους; καὶ Ἡσαΐας βοᾷ, καὶ Μιχαίας ὡσαύτως· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος Κυρίου ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς· καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Οὐ δύναται, φησὶ, πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Τὸ ὑψηλὸν τοίνυν καὶ περιφανὲς τῆς εὐαγγελικῆς διδασκαλίας ὄρος κἀνταῦθα ὠνόμασεν, ἐν ᾧ γενήσεσθαι τὴν τῶν προβάτων εὐπρέπειαν ἐπηγγείλατο. Εἶτα ἐπάγει· «Καὶ ἔσονται αἱ μάνδραι αὐτῶν ἐκεῖ.» Καὶ τοῦτο δὲ ἀντικρὺς ἡμῖν, ἀλλ' οὐκ Ἰουδαίοις ἁρμόττει· ἐκεῖνοι μὲν γὰρ μίαν ἔσχον μάνδραν, τὸν ἐν Ἱεροσολύμοις ναόν· ἡμεῖς δὲ ἀριθμῶν κρείττους κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίας. Καὶ κοιμηθήσονται, καὶ ἀναπαύσονται ἐκεῖ καὶ ἐν τρυφῇ ἀγαθῇ καὶ ἐν νομῇ πίονι βοσκηθήσονται ἐπὶ τῶν ὀρέων Ἰσραήλ. (ιεʹ.) Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. —Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει· «Κατατρύφησον γὰρ, φησὶ, τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου· ὄρη δὲ Ἰσραὴλ τὰς προφητικὰς βίβλους, ἐφ' ὧν πάλιν νεμόμεθα, ἐπίβασίν τινα δι' ἐκείνων εἰς τὸ μέγιστον ἔχοντες ὄρος· διὰ γὰρ τῶν προφητικῶν θεσπισμάτων ἐπὶ τὴν εὐαγγελικὴν ποδηγούμεθα διδασκαλίαν ὑπ' ἐκείνων μαρτυρουμένην· ἔχομεν δὲ ποιμένα αὐτὸν τὸν Δεσπότην καὶ Κύριον βοῶντα· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.» Τοῦτο καὶ ἐνταῦθα προαγορεύων ἔφη· «Καὶ ἐγὼ ποιμανῶ τὰ πρόβατά μου. Καὶ ἐγὼ ἀναπαύσω αὐτὰ, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος.» Ὑπ' αὐτοῦ γὰρ ποιμαινόμενοι, καὶ τῆς αὐτοῦ διδασκαλίας οἷον ἐπί τινος χλόης διαναπαυόμενοι, ἐπιγιγνώσκομεν αὐτοῦ τὴν δεσποτείαν. ιϛʹ. Τάδε λέγει Ἀδωναῖ Κύριος· Τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω· ὡς Παῦλον, καὶ τοὺς κατ' ἐκεῖνον· «Καὶ τὸ συντετριμμένον καταδήσω·» ὡς τὸν τελώνην, καὶ τὴν πόρνην, καὶ τὸν λῃστὴν, καὶ τοὺς κατ' ἐκείνους· «Καὶ τὸ ἠσθενηκὸς ἐνισχύσω·» ὡς τὸν Πέτρον ἀρνησάμενον· «Καὶ τὸ πῖον καὶ ἰσχυρὸν φυλάξω·» ὡς τοὺς ἁγίους ἀποστόλους, καὶ τοὺς τὸν ὅμοιον ἐκείνοις ἑλομένους βίον· «Καὶ ποιμανῶ