Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1160
Not analysed yet
αὐτὰ μετὰ κρίσεως·» χορηγῶν τὰ ἀγαθὰ, καὶ παιδεύων ἡνίκα δεῖ. Οὕτως συμπεράνας τόν τε κατὰ τῶν κακῶν ποιμένων λόγον, καὶ τῆς παρ' αὐτοῦ γενησομένης ἐπιμελείας τὴν πρόῤῥησιν, ἐπὶ τὰ πρόβατα μεταφέρει τὸν λόγον, διδάσκων, ὡς ἡ τῶν ποιμένων ἀτοπία τοῖς προβάτοις ἀπολογίαν οὐ δίδωσι· λογικὰ γὰρ τὰ πρόβατα, καὶ διάκρισιν ἔχοντα, καὶ τά τε κακὰ φυγεῖν, καὶ προελέσθαι τὰ ἀγαθὰ δυνάμενα. Διό φησι· ιζʹ. Καὶ ὑμεῖς πρόβατά μου, τάδε λέγει Ἀδωναῒ Κύριος. Ἰδοὺ ἐγὼ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. Ὥσπερ γὰρ, φησὶ, ποιμέσι καὶ προβάτοις δικάζω, οὕτω καὶ τῶν προβάτων ἔσομαι κριτὴς, καὶ τοὺς ἀδικοῦντας κολάσω. ιηʹ, ιθʹ. Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ κατάλοιπον ἐν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου καὶ τὰ καταπατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον; Πρὸς τοὺς εὐπόρους ὁ λόγος εἰς ἀσωτίαν κατακεχρημένους τῷ πλούτῳ, καὶ μὴ μόνον τὴν χρείαν ἐξ αὐτοῦ καρπουμένους, ἀλλὰ καὶ τὰ πέρα τῆς χρείας· καὶ τοῦτο ἴδοι τις ἂν καὶ ἐπὶ τοῦ παρόντος ὑπ' ἐνίων γιγνόμενον. Μαρτυρεῖ δὲ καὶ ἡ τοῦ Λαζάρου παραβολὴ, δείξασα τὸν πλούσιον ἐκεῖνον μηδὲ τῶν ἐκπιπτόντων ἀπὸ τῆς τραπέζης ψιχίων μεταδεδωκότα τῷ πένητι. Τὸ δὲ «Κατεπατεῖτε τὰ κατάλοιπα τοῖς ποσὶ,» τροπικῶς ὡς ἐπὶ προβάτων ἐῤῥέθη, ἐσθιόντων τὴν πόαν, καὶ τὴν λοιπὴν πατούντων, καὶ πρῶτον τὸ ὕδωρ πινόντων, εἶτα τοῖς ποσὶν αὑτῶν καταθολούντων. κʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ πρὸς ὑμᾶς, καὶ κρινῶ ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Εἶτα λέγει τῶν ἰσχυρῶν τὴν θρασύτητα. καʹ. Ἐπειδὴ ταῖς πλευραῖς ὑμῶν, καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, πάντα δὲ τὰ ἐκλείποντα ἐξεθλίβετε, ἕως οὗ ἐξώσατε αὐτὰ ἔξω, καὶ διεσπάρη τὰ πρόβατά μου παντὶ παραπορευομένῳ. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐκέτι ἔσται εἰς προνομήν. Πάντα ὡς ἐπὶ προβάτων εἴρηκεν, ὤμους, καὶ κέρατα, καὶ πλευράς· διὰ πάντων δὲ τῶν ἐν δυνάμει τὴν ἄδικον δυναστείαν διήλεγξεν· ὑπισχνεῖται δὲ ὅμως ἀσφάλειαν τοῖς προβάτοις. «Καὶ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ ἀναμέσον κριοῦ πρὸς κριόν.» Δικάσω, φησὶ, καὶ οὐ πε-