Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1161
Not analysed yet
ριόψομαι ἀδικουμένους, ἀλλὰ δίκας τοὺς ἀδικοῦντας πράξομαι. Εἶτα τῆς κοινῆς πάντων σωτηρίας ἡ ὑπόσχεσις. κγʹ. Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα, ὃς ποιμανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαβὶδ, αὐτὸς ποιμανεῖ αὐτοὺς, καὶ αὐτὸς ἀναπαύσει αὐτοὺς, καὶ ἔσται αὐτῶν ποιμήν. Ἄνω εἰρηκὼς, «Ἐγὼ ποιμανῶ,» ἐνταῦθα τὸν Δαβὶδ αὐτῶν ἔσεσθαι ποιμένα λέγει, ὃν καὶ δοῦλον προσαγορεύει· τίς δὲ οὗτός ἐστιν; Ἢ δῆλον, ὡς ὁ Δεσπότης Χριστὸς, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γενόμενος; Διὸ καὶ δοῦλος, ὡς ἄνθρωπος· καὶ τοῦτο δὲ κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν ἀξίαν· εἰ γὰρ οἱ εἰς αὐτὸν πεπιστευκότες οὐ δοῦλοι, ἀλλ' υἱοὶ, πολλῷ μᾶλλον αὐτὸς, δι' ὃν οἱ δοῦλοι τῆς ἐλευθερίας ἀπήλαυσαν, οὐ δοῦλος, ἀλλ' υἱός. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Καὶ Ἡσαΐας δὲ ἐκ προσώπου αὐτοῦ βοᾷ λέγων· «Οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας, δοῦλον ἑαυτῷ συναγαγεῖν τὸν Ἰακώβ· καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ τό· «Ἰακὼβ δὲ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ.» Παρὰ τῷ Ἑβραίῳ, «Ὁ δοῦλός μου» κεῖται. Ταύτην δὲ τὴν μαρτυρίαν καὶ ὁ θεῖος εὐαγγελιστὴς εἰς τὸν Κύριον ἡμῶν ἔλαβε Ἰησοῦν. Δοῦλος τοίνυν κέκληται, ὡς ἄνθρωπος, καὶ τοῦτο δὲ, ὡς ἔφην, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ κατὰ τὴν φύσιν· δούλου γὰρ ἔλαβε μορφήν. Περὶ δὲ τοῦ ἕνα εἶναι τὸν τῶν προβάτων ποιμένα καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἔφη· «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Εἶτα ἐπάγει· κδʹ. Καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ ὁ δοῦλός μου Δαβὶδ ἄρχων ἐν μέσῳ αὐτῶν. Καὶ τὸ ἀψευδὲς τῶν εἰρημένων τοῖς ἐπαγομένοις δείκνυσιν. «Ἐγὼ Κύριος ἐλάλησα.» Ἀρκεῖ γὰρ εἰς βεβαίωσιν τῶν λόγων ἡ τοῦ εἰρηκότος ἀξία. κεʹ. Καὶ διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης. Τούτου ὁ Παῦλος ἑρμηνευτής· βοᾷ γὰρ περὶ τοῦ Χριστοῦ· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Τοῦτο δὲ καὶ ἄνω ἔφη· «Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα,» Εἷς γὰρ καὶ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας ποιμαίνει. «Καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.» Καὶ τῶν πονηρῶν δαιμόνων τὰ στίφη, καὶ τοὺς θηριωδίαν νοσοῦντας ἀνθρώπους, τοὺς μὲν μετα-