Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1164
Not analysed yet
βαλλομένους, καὶ λογικοὺς γινομένους, καὶ τοῦ εἶναι θηρία παντελῶς ἀπαλλαττομένους, τοὺς δὲ τῷ θανάτῳ παυομένους. «Καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.» Ἀμφότερα ἄκαρπα· λέγει δὲ, ὅτι καὶ τὴν ἔρημον τῶν ἐθνῶν καθέξουσί τε καὶ γεωργήσουσι, καὶ ἐν τῷ δρυμῷ τῶν Ἰουδαίων ἀνάπαυσιν ἕξουσι, καὶ θεραπείαν. Καὶ ἄνω δὲ τὴν ἀκαρπίαν τῆς Ἱερουσαλὴμ δεῖξαι θελήσας· «Προφήτευσον γὰρ, υἱὲ ἀνθρώπου, ἐπὶ τὸν δρυμὸν τὸν Ναγέβ·» δηλοῖ δὲ τὸν νότον, ὡς προειρήκαμεν. κϛʹ. Καὶ δώσω περικύκλῳ τοῦ ὄρους μου εὐλογίαν, καὶ καταβιβάσω τὸν ὑετὸν ὑμῖν ἐν καιρῷ αὑτοῦ, ὑετοὶ εὐλογίας ἔσονται. Τοιαῦτα γὰρ τὰ τῶν θείων ἀποστόλων διδάγματα, ἀρδείαν εὐλογίας μεστὴν προσφέροντα ταῖς τῶν πιστευόντων ψυχαῖς. Ὅτι πολλάκις ἡ θεία Γραφὴ ὑετὸν τὴν διδασκαλίαν καλεῖ, μάρτυς ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ τῷ παλαιῷ ἀπειλῶν ἀμπελῶνι, ὅτι «Οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν.» κζʹ. Καὶ τὰ ξύλα τὰ ἐν τῷ ἀγρῷ δώσει τὸν καρπὸν αὑτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὑτῆς. Οἵ τε γὰρ γήϊνοι τὴν ψυχὴν, τουτέστιν οἱ ἐκ τῶν ἐθνῶν ὁρμώμενοι, καὶ οἱ δίκην ἀγρίων ξύλων ἄκαρποι Ἰουδαῖοι, τῇ πίστει προσιόντες, καὶ τῆς τοιαύτης ἀρδείας ἀπολαύοντες, δώσουσί μοι τὸν τῆς εὐσεβείας καρπόν. «Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' ἐλπίδι εἰρήνης.» Καὶ οὐκ εἶπεν ἐν εἰρήνῃ, ἀλλ' ἐν ἐλπίδι εἰρήνης· τούτοις γὰρ εἰς αὐτὸν πεπιστευκόσιν ὁ Κύριος ἔφη· «Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ ὁ θεῖος δὲ Ἀπόστολός φησιν· «Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα.» Καὶ πάλιν· «Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν.» Εἶτα τὸ πάντων κερδαλεώτατον· Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ συντρίψαι με τοὺς κλοιοὺς τοῦ ζυγοῦ αὐτῶν, καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς. (κηʹ.) Καὶ οὐκ ἔσονται ἔτι εἰς προνομὴν τοῖς ἔθνεσι· καὶ τὰ θηρία τῆς γῆς οὐκ ἔτι οὐ μὴ φάγῃ αὐτούς. Καὶ ἤδη ἔφην, ὅτι διπλῆ ἡ προφητεία· τὸ μὲν γὰρ αὐτοῖς Ἰουδαίοις, τὸ δὲ πᾶσιν ἀνθρώποις ἁρμόττει· καὶ γὰρ Ἰουδαίους ἀπὸ τῆς Βαβυλωνίων ἠλευθέρωσεν αἰχμαλωσίας, καὶ πάντας ἡμᾶς τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε.