Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1165
Not analysed yet
Κλοιοὺς δὲ ζυγοῦ τὴν τῆς δουλείας ἀνάγκην ἐκάλεσεν· ἔθνη δὲ καὶ θηρία, ἐπὶ μὲν Ἰουδαίων τοὺς θηριώδεις πολεμίους, ἐφ' ἡμῶν δὲ τὰ διάφορα τῶν δαιμόνων τάγματα, οἳ δίκην θηρίων ἀγρίων ἐπιᾶσι τοῖς ἀνθρώποις. Εἶτα καὶ τὸ ἄμαχον δείκνυσιν ὅπλον, τὴν εἰς αὐτὸν ἐλπίδα φημί. «Καὶ κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.» Ἀγαθὸν γὰρ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον· ὁ γὰρ ταύτην ἔχων τὴν ἐλπίδα βοᾷ· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. κθʹ. Καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα. Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας λέγει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ ἑξῆς. Καὶ πάλιν· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Τοῦτο ἑρμηνεύων ὁ Κύριος ἔφη· «Ἐγώ εἰμι ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα.» Καὶ ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων εὑρίσκομεν τὴν νύμφην λέγουσαν· «Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδοῦς μου ἀναμέσον τῶν υἱῶν.» Καὶ ἐνταῦθα τοίνυν φησίν· «Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα·» τουτέστιν ὀνομαστότατον, ἔνδοξον, πολυθρύλλητον. Ἴσως δὲ καὶ ἕτερον ὁ λόγος αἰνίττεται, ὅτι ἐκ τοῦ φυτοῦ τὸ ὄνομα λήψονται· ἀπὸ γὰρ Χριστοῦ Χριστιανοὶ πάντες οἱ εὐσεβεῖς· «Καὶ οὐκέτι ἔσονται ὀλίγοι ἐν ἀριθμῷ ἐν τῇ γῇ.» Τουτέστιν οἱ εὐσεβεῖς· ὀλίγοι γὰρ λίαν ἦσαν πρὸ τῆς Χριστοῦ παρουσίας. «Καὶ οὐκ ἔτι ἔσονται λιμῷ ἀπολλύμενοι ἐπὶ τῆς γῆς.» Πάσης, φησὶ, πνευματικῆς ἀπολαύσονται τροφῆς· λιμὸν γὰρ ἐνταῦθα τοῦ λόγου τὴν στέρησιν ὀνομάζει, ὃν διὰ τῶν προφητῶν ἠπείλησεν ὁ Θεός· «Ἐπάξω γὰρ, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.» —»Καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνῶν.» Καὶ τοῦτο δὲ πάλιν καὶ ἡμῖν καὶ Ἰουδαίοις ἁρμόττει· ἡμεῖς τε γὰρ εἰς πλῆθος αὐξηθέντες, καὶ τὴν οἰκουμένην ἐμπλήσαντες, οὐκ ἔτι ὑπὸ τῶν ἐν τῇ ἀσεβείᾳ διαμεινάντων ὀνειδιζόμεθα, ἀλλὰ μᾶλλον διαφθονούμεθα, καὶ ζηλοτυπούμεθα· καὶ Ἰουδαῖοι μετὰ τὴν Βαβυλῶνος ἐπάνοδον, τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, τὸ οἰκεῖον ἀνεκτήσαντο φρόνημα. λʹ. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Ἀναγκαῖον μνημονεῦσαι τῶν τοῦ Ἀποστόλου ῥημάτων, ὅτι «Οὐ πάντες οἱ ἐξ Ἱερουσαλὴμ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα.» Προσθεῖναι δὲ