Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1168
Not analysed yet
τούτοις προσήκει τοῦ θεσπεσίου Ἰωάννου τοῦ Βαπτιστοῦ τὰ πρὸς τοὺς Φαρισαίους εἰρημένα, ὅτι «Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Ἐξ ὧν δῆλον, ὅτι πάντες οἱ πιστεύσαντες, καὶ τὸν τῶν ὅλων Θεὸν διὰ τῆς πίστεως ὁρῶντες, ὡς ἰδεῖν δυνατὸν, Ἰσραὴλ χρηματίζουσι· τοῦτο γὰρ ἑρμηνεύει τὸ ὄνομα· καὶ ἐπ' ἐκείνων δὲ τοῦτο συνέβη μετὰ τὴν ἐπάνοδον, καὶ ἡμῖν κυριώτερον καὶ ἀληθέστερον ἁρμόττει ἡ προφητεία, ὅσῳ οὐ τύπος τὰ ἡμέτερα, ἀλλὰ ἀλήθεια. λαʹ. Καὶ ὑμεῖς πρόβατά μου, φησὶ, καὶ πρόβατα νομῆς μου. Καὶ δεικνὺς, ὅτι οὐ μόνον πρὸς τὸν Ἰσραὴλ ὁ λόγος, ἀλλὰ πρὸς πᾶσαν τῶν ἀνθρώπων φύσιν, ἀναγκαίως προστέθεικεν· «Ἄνθρωποί ἐστε, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, λέγει Ἀδωναῒ Κύριος.» Ὑμεῖς μὲν γὰρ τῆς θηριωδίας ἀπαλλαγέντες, τὸ προσῆκον τῶν ἀνθρώπων τῇ φύσει κτήσασθε φρόνημα· ἐγὼ δὲ ὑμῶν ἔσομαι Θεὸς καὶ Κύριος, πᾶσαν ὑμῶν πρόνοιαν καὶ κηδεμονίαν ποιούμενος. Ἡ μὲν οὖν προφητεία ταύτην ἔχει τὴν διάνοιαν. Ἐγὼ δὲ τὸ μὲν Ἰουδαίους συνήθως ἀνοηταίνειν οὐδὲν ἡγοῦμαι καινὸν, θαυμάζω δὲ τῶν ἡ μετέρων ἐνίους τολμῶντας ἅπαντα εἰς τὸν Ζοροβάβελ λαμβάνειν, καὶ μὴ συνιέντας, ὅτι τῶν εἰρημένων τὰ πλεῖστα ἀντικρύς ἐστιν ἐναντία τῶν ὑπ' ἐκείνου γεγενημένων· τὸ γάρ· «Διαθήσομαι τῷ Δαβὶδ διαθήκην εἰρήνης, καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ πεποιθότες, καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς.» Καί· «Κατοικήσουσιν ἐπ' ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς, καὶ ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης εἰς ὄνομα, καὶ οὐκ ἔτι ἔσονται ἀπολλύμενοι ἐν λιμῷ ἐπὶ τῆς γῆς, καὶ οὐ μὴ ἐνέγκωσιν οὐκ ἔτι ὀνειδισμὸν ἐθνῶν·» παντελῶς ἐναντία τῇ περὶ ἐκείνου ἱστορίᾳ ὄντα τυγχάνει. Ἐκεῖνος γὰρ ἐκ τῆς Βαβυλῶνος ἐπανελθὼν, καὶ ἀνοικοδομεῖν ἀρξάμενος τὸν θεῖον νεὼν, ὑπὸ τῶν πλησιοχώρων ἐθνῶν διεκωλύθη τέλος ἐπιθεῖναι τῷ ἔργῳ. Διὸ ἓξ καὶ τεσσαράκοντα διαδραμόντων ἐτῶν, καὶ κατὰ τὴν παλαιὰν ἱστορίαν, καὶ κατὰ τὴν τῶν Εὐαγγελίων μαρτυρίαν, μόνος ὁ νεὼς ἐνεουργήθη· μετὰ δὲ ἄλλα δύο καὶ ὀγδοήκοντα ἔτη τοὺς περιβόλους ἡ πόλις ἀπέλαβε, Νεεμίου τούτους ἀναστήσαντος ἐν τῷ δευτέρῳ καὶ τριακοστῷ τῆς Ἀρταξέρξου βασιλείας. Διδάσκει δὲ ἡμᾶς ἡ τοῦ Ἔσδρα συγγραφὴ, ὅτι τοσοῦτο δέος τοῖς οἰκοδομοῦσιν ἐπέκειτο, ὡς ἀναγκάζεσθαι σιδηροφοροῦντας οἰκοδομεῖν, καὶ κατὰ ταυτὸν τούς τε λίθους προσφέρειν, καὶ κατὰ τῶν πολεμίων ἀφιέναι τὰ βέλη. Πῶς τοίνυν ἁρμόττει τοῖς τοιούτοις τὸ, «Οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς,» ἢ τὸ, «Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης,» ἢ τὸ, «Οὐκ ἔσονται ὀλίγοι ἐν ἀριθμῶ;» Διδάσκει δὲ ἡμᾶς πάλιν ὁ Ἔσδρας,