Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1169
Not analysed yet
ὅτι πόνῳ πολλῷ χρησάμενος ὁ Νεεμίας μόγις τοὺς ἱερέας ἀνέπεισε τὴν ἐν τοῖς χωρίοις καταλιπεῖν δίαιταν καὶ τὴν πόλιν οἰκῆσαι· καὶ τὰ ἄλλα δὲ ὁμοίως ῥᾴδιον τοῖς φιλομαθέσι παραθεῖναι τῇ ἱστορίᾳ, καὶ τὴν διαφωνίαν καταμαθεῖν. Οὐκοῦν ἔνια μὲν ἐκείνοις ἁρμόττει, τὰ δὲ πλεῖστα τῇ τῆς οἰκουμένης σωτηρίᾳ. Καταλιπόντες τοίνυν Ἰουδαίους ληρεῖν, οἳ εἰς τὴν ψυχὴν μετέθεσαν τῶν τοῦ σώματος ὀφθαλμῶν τῆς οἰκείας μητρὸς, τῆς Λείας, φημὶ, τὴν ἀσθένειαν, καὶ βλέπειν οὐκ ἐθέλουσι τὴν ἀλήθειαν, τοὺς ὁμοπίστους παρακαλοῦμεν, πάντα μὲν δοκιμάζειν, τὸ δὲ καλὸν κατέχειν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ὅπερ ἐπὶ τῶν σιτίων ποιεῖν εἰώθαμεν, τοῦ ἀηδοῦς τὸ ἡδὺ προτιμῶντες, καὶ μέντοι καὶ τοῦ ἡδέος τὸ ἥδιον προαιρούμενοι, τοῦτο καὶ ἐπὶ τῶν θείων λογίων ποιεῖν· νοῦς μὲν γὰρ, ᾗ φησιν ὁ Ἰὼβ, ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται, καὶ ἐν πολλῷ χρόνῳ σοφία εὑρίσκεται, ἐν δὲ μακρῷ καὶ πολλῷ βίῳ ἐπιστήμη· ἀκριβὴς γὰρ ἡ πεῖρα διδάσκαλος, συνεργὸν λαβοῦσα τὴν ἄνωθεν ἀποκάλυψιν· ἧς ἀπολαύοντες, καὶ ὑπὸ τῆς αἴγλης αὐτῆς φωτιζόμενοι, οὔποτε τῆς ἀληθείας διαμάρτοιμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΙΔʹ. ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. αʹ—δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ' ὄρους Σηεὶρ, καὶ προφήτευσον ἐπ' αὐτὸ, καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, ὄρος Σηεὶρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε ἔρημον, καὶ ἐρημωθήσῃ. Καὶ ἐν ταῖς πόλεσί σου ἐρημίαν ποιήσω, καὶ σὺ εἰς ἔρημον ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Τὸ Σηεὶρ ὄρος τῆς Ἰδουμαίας ἐστὶν, ὡς καὶ ἤδη προειρήκαμεν· οἱ δὲ Ἰδουμαῖοι ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, ἀπεχθῶς λίαν καὶ δυσμενῶς περὶ τοὺς Ἰουδαίους διέκειντο, οὗ χάριν καὶ ταῖς ἐπενεχθείσαις αὐτοῖς ἐφήσθησαν συμφοραῖς· τούτοις ἀπειλεῖ τῶν ὅλων ὁ Θεὸς ἐρημίαν ἐσχάτην. Τὸ δὲ, «Ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ,» ἐκ μεταφορᾶς τῶν ταῖς χερσὶ παιόντων τέθεικε,