Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1172
Not analysed yet
τῆς ὀργῆς δεικνὺς τὸ σφοδρόν. Ἴσμεν δὲ ὅμως ἀπαθῆ τὴν θείαν φύσιν, καὶ τοὺς τοιούτους λόγους τῇ τῶν ἀκουόντων δυνάμει μετρουμένους. Οὕτως ἀπειλήσας τὴν τιμωρίαν, ἐπάγει καὶ τὴν αἰτίαν· εʹ. Ἀντὶ τοῦ γενέσθαι ἐν σοὶ ἔχθραν αἰώνιον, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ, ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ ἐν καιρῷ ἀδικίας ἐπ' ἐσχάτῳ. Ἐγκαλεῖ τοὺς Ἰδουμαίους μνησικακίαν, καὶ ἐπιβουλὰς κρύβδην κατὰ τοῦ Ἰσραὴλ γεγενημένας. Ταῦτα γὰρ παρεδήλωσεν, εἰρηκώς· «Ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ ἐν δόλῳ ἐν χειρὶ ἐχθρῶν, μαχαίρᾳ ἐν καιρῷ θλίψεως αὐτῶν, τουτέστι, τῶν πολεμίων αὐτοῖς ἐπελθόντων, λόχοις καὶ ἐνέδραις τὰς ὁδοὺς αὐτοῖς ἐπετείχιζες, οὐδὲ φυγεῖν αὐτοῖς ἐπιτρέπων. Οὕτω γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμήνευσαν· «Καὶ συνέκλεισας, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ ἐπὶ χεῖρα ῥομφαίας, ἐν καιρῷ θλίψεως αὐτῶν, ἐν καιρῷ ἀνομίας ἔμπροσθέν μου.» Τῆς γὰρ ἀνομίας, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀδικίας τῆς εἰς ἐμὲ γενομένης, τίνοντες, φησὶ, δίκας οἱ τοῦ οἴκου Ἰσραὴλ, ἐπίτασιν ἔσχον τῶν συμφορῶν, τοὺς σοὺς δόλους, καὶ τὰς μετὰ τῶν πολεμίων ἐπιβουλάς. Διδάσκει τοίνυν ἡμᾶς ὁ προφητικὸς λόγος, μηδὲ τοῖς ἁμαρτιῶν ἕνεκεν κολαζομένοις ἐπεμβαίνειν, ἀλλὰ κλαίειν μετὰ κλαιόντων, κατὰ τὴν ἀποστολικὴν νουθεσίαν. ϛʹ. Διὰ τοῦτο, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· ἦ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμα διώξεταί σε· αἷμα γάρ σου ἐμίσησας, τὸ αἷμά σου διώξει σε. —Αἷμα δὲ ἐνταῦθα οὐ τὸν πόλεμον, ἀλλὰ τὴν συγγένειαν ὀνομάζει. Ἐπειδὴ γὰρ, φησὶ, τῷ γένει σου πεπολέμηκας, εἰκότως ὑπὸ τούτου πολεμηθήσῃ, καὶ τοὺς συγγενεῖς, οὓς ἐμίσησας, ἐπαναστήσω σοι πολεμίους. Συγγενεῖς δὲ Ἰδουμαίων οἱ Ἰουδαῖοι· ἐκ δύο γὰρ ἀδελφῶν τὸ γένος κατάγουσιν· οἱ μὲν ἐξ Ἐδὼμ, τοῦ καὶ Ἡσαῦ· οἱ δὲ ἐξ Ἰακὼβ, τοῦ καὶ Ἰσραήλ. ζʹ. Καὶ δώσω τὸ ὄρος Σηεὶρ εἰς ἔρημον, καὶ ἠρημωμένον. Εἶτα λέγει καὶ τῆς ἐρημίας τὸν τρόπον. «Καὶ ἀπολῶ ἀπ' αὐτοῦ ἄνθρωπον καὶ κτήνη, καὶ παραπορευόμενον καὶ ἀναστρέφοντα.» Ταῦτα δὲ δηλοῖ ἐρημίας ὑπερβολὴν, ὅτι οὐ μόνον οἰκητόρων αὐτὸ γυμνώσει, ἀλλὰ καὶ ὁδιτῶν παριόντων· προλέγει δὲ καὶ τίνι τρόπῳ δαπανήσει τοὺς ἐνοικοῦντας. ηʹ, θʹ. Καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνούς σου, καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου· τετραυματισμένοι γὰρ μαχαίρᾳ πεσοῦνται ἐν σοί. Καὶ ἔρημον αἰώνιον