Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1173
Not analysed yet
θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ, ὅτι ἐγώ εἰμι Κύριος. Πάλιν τὸ «ἔρημον αἰώνιον,» καὶ «οὐ μὴ κατοικηθῶσιν ἔτι,» κατὰ τὸ γραφικὸν ἰδίωμα τέθεικεν. Ἀπὸ τῶν ἤδη τοίνυν ἑρμηνευθέντων ἡμῖν ἐν τῇ ἐρήμῳ τῆς Τύρου καὶ ταῦτα νοήσομεν. Οὕτω τὴν τιμωρίαν ἀπειλήσας, πάλιν τὴν πονηρίαν γυμνοῖ. ιʹ. Διὰ τὸ εἰπεῖν σε· Τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστιν. Ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, «Καὶ Κύριος ἐκεῖ εἶ.» Τοῦτο δὲ οὐ μόνον τὴν ἀπληστίαν καὶ τὴν πλεονεξίαν ἐλέγχει, ἀλλὰ καὶ τὴν τῆς ἀσεβείας δείκνυσιν ὑπερβολὴν, καὶ τοῖς τοῦ Σενναχηρεὶμ ἀλαζονικοῖς ἔοικε λόγοις· καὶ γὰρ ἐκεῖνος ἔλεγεν, ὅτι «Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Καὶ οἱ Ἰδουμαῖοι ὡσαύτως ἔλεγον θρασυνόμενοι, ὅτι, «Κἂν ᾖ Κύριος ἐν τῇ Ἱερουσαλὴμ, ἡμεῖς τὰς δύο καθέξομεν χώρας.» Καὶ μὴν ὁ τῶν ὅλων Θεὸς ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, οὐκ εἴασεν αὐτὸν πολεμῆσαι τοῖς Ἰδουμαίοις· «Οὐ πολεμήσεις γὰρ, ἔφη πρὸς αὐτοὺς, ὅτι ἀδελφοί σού εἰσιν.» Διὸ καὶ τῆς ὁδοῦ κωλυθέντες τὸ ὄρος ἐκύκλωσαν, καὶ τὴν ἔρημον, ὡς προσετάχθησαν· καὶ περὶ τῆς γῆς δὲ ἐκείνης ἁπάσης ἔφη τῷ Ἰσραὴλ ὁ Θεός· «Οὐ δώσω σοι αὐτήν· τοῖς γὰρ υἱοῖς Ἡσαῦ δέδωκα αὐτὴν ἐν κλήρῳ.» Ἀλλ' ὅμως οὐκ ἀρκεσθέντες Ἰδουμαῖοι τοῖς θεοσδότοις ἀγαθοῖς, ἤλπισαν καὶ τὴν Ἰουδαίων κληρονομῆσαι γῆν· ὅθεν εἰκότως ὁ τῶν ὅλων Θεὸς καὶ ἀπειλεῖ τὰς τιμωρίας, καὶ ὅρκῳ βεβαιοῖ τὴν ἀπόφασιν. ιαʹ. Διὰ τοῦτο γὰρ, φησὶ, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ κατὰ τὸν ζῆλόν σου, ὃν ἐποίησας, ἐκ τοῦ μεμισηκέναι σε ἐν αὐτοῖς. Τοῦ φθόνου, φησὶ, καὶ τῆς δυσμενείας ἄξια πείσῃ. Καὶ γνωσθήσομαί σοι, ἡνίκα ἂν κρινῶ σε. (ιβʹ.) Καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. Τὰς τιμωρίας, φησὶν, ἐπαγαγών σοι δῆλον ἐμαυτόν σοι καταστήσω, ἵνα μὴ νομίσῃς ἑτέρωθέν ποθεν συμβῆναί σοι τὰ λυπηρὰ, μαθὼν δὲ τὴν ἐμὴν δεσποτείαν, ὄνησιν ἀπὸ τῆς γνώσεως λάβῃς. Ἤκουσα τὴν φωνὴν πασῶν τῶν βλασφημιῶν σου, ὧν ἔλεγες περὶ τῶν ὀρέων Ἰσραὴλ, λέγων· Τὰ ὄρη Ἰσραὴλ, τὰ ὑψηλὰ, τὰ αἰώνια, ἔρημα ἡμῖν δέδοται εἰς κατάσχεσιν. (ιγʹ.) Καὶ ἐμεγαλοῤῥημόνησας ἐπ' ἐμὲ τῷ στόματί σου, καὶ ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα. Τοὺς βλασφήμους λόγους οὐδὲ ἀπομνημονεύειν ἀνέχεται· διδάσκων ἡμᾶς, μηδὲ ἐν διηγήσει τὰς τῶν ἄλλων βλασφημίας διὰ τῆς γλώττης προφέρειν, μεμνῆσθαι δὲ τῆς προφητικῆς φωνῆς, λεγού-