Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1176
Not analysed yet
σης· «Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.» Διὰ πάντων δὲ οὐ μόνον αὐτῶν τὴν δυσμένειαν, καὶ τὴν μνησικακίαν ἔδειξεν, ἀλλὰ καὶ τὴν ἀλαζονείαν, καὶ τὴν κατὰ Θεοῦ λύτταν καὶ μανίαν. Ὠφελίμως δὲ λίαν προστέθεικε τὸ, «Ἐπλήθυνας ἐπ' ἐμὲ λόγους σου, οὓς ἐγὼ ἤκουσα·» διδάσκων ἡμᾶς, ὡς οὐδέν ἐστι τῶν ὑφ' ἡμῶν ἢ λεγομένων ἢ πραττομένων, λαθεῖν δυνάμενον τὴν ὀπτικὴν ἢ τὴν ἀκουστικὴν αὐτοῦ δύναμιν. ιδʹ, ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημόν σε ποιήσω αἰώνιον. Καθὼς ἐπηυφράνθης τῇ κληρονομίᾳ οἴκου Ἰσραὴλ, ὅτι ἠφανίσθη, οὕτω ποιήσω σοι· εἰς ἔρημον ἔσῃ, ὄρος Σηεὶρ, καὶ πᾶσα Ἰδουμαία ἐξαναλωθήσεται, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν. Ἀπαραμύθητον αὐτοῖς ἠπείλησε τιμωρίαν. Πάντων γὰρ, φησὶν, ἐν εἰρήνῃ καὶ θυμηδίᾳ διαγαγόντων, σὲ περιβαλῶ συμφοραῖς, ἵνα μηδὲ ἀπὸ τῆς τῶν κακῶν κοινωνίας ἔχῃς παραψυχήν· ταύτην γὰρ τὴν ψυχαγωγίαν ἔσχεν ὁ Ἰσραὴλ, τοῦ Ναβουχοδονόσορ οὐ μόνον αὐτοῖς ἐπελθόντος, ἀλλὰ καὶ Τυρίοις, καὶ Σιδωνίοις, καὶ Παλαιστινοῖς, καὶ Αἰγυπτίοις· ἀλλ' ὅμως πρὸς τούτοις ὑπισχνεῖται διὰ τῆς τιμωρίας εὐεργεσίαν· «Γνώσονται γὰρ, φησὶν, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.» Ὀνησιφόρος τοίνυν ἡ παιδεία, «ἀνοίγουσα, ἡμῶν,» κατὰ τὸν προφήτην Ἡσαΐαν, «τὰ ὦτα,» καὶ παρασκευάζουσα τὸν οἰκεῖον ἐπιγινώσκειν Δεσπότην, τὸν τύπτοντα καὶ ἰώμενον. ΚΕΦΑΛΑΙΟΝ Λϛʹ. αʹ—γʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, Ἀκούσατε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· ἀνθ' ὧν εἶπεν ὁ ἐχθρὸς ἐφ' ὑμᾶς· Εὖγε, ἔρημα αἰώνια εἰς κατάσχεσιν ἐγενήθη ἡμῖν· διὰ τοῦτο προφήτευσον, καὶ εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀντὶ τοῦ γενέσθαι ὑμᾶς εἰς ἀφανισμὸν πᾶσι τοῖς ἔθνεσι, καὶ ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς ἀπὸ πάντων τῶν κύκλῳ ὑμῶν, τοῦ γενέσθαι ὑμᾶς εἰς κατάσχεσιν πᾶσι τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώττης ἐπὶ χειλέων, καὶ εἰς ὀνειδισμὸν ἔθνεσι. Τὰ σκυθρωπὰ καὶ κατηφῆ τοῖς Ἰδουμαίοις προαγορεύσας, μεταφέρει τὸν λόγον πρὸς τὰ τοῦ Ἰσραὴλ ὄρη, καὶ ἀγαθῶν αὐτοῖς ἐπαγγελίαν προσφέρει, καὶ θαῤῥεῖν παρακελεύεται, ὡς τῶν ὑπὸ τῶν δυσμενῶν εἰρημένων λόγων ψευδῶν ὄντων καὶ ματαίων. Οὐ γὰρ ἐπὶ πλεῖστον, φησὶν, ἡ ἐρημία μενεῖ, ἀλλ' ἐλέγξω τῶν γειτνιαζόντων ὑμῖν ἐθνῶν τὰ ὀνείδη, καὶ τὴν καθ' ὑμῶν αὐτῶν καταπαύσω θρασύτητα, καὶ οὐκέτι τὰς ὑμετέρας διηγήσονται συμφορὰς, τὰ ὑμέτερα θρυλλοῦντες κακά. Τούτοις ἐπάγει·