Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1177
Not analysed yet
δʹ. Διὰ τοῦτο ὄρη Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, καὶ ταῖς ἐξηρημωμέναις καὶ ἐξηφανισμέναις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι τοῖς περικύκλῳ αὐτῶν. Ῥᾴδιον ἦν καὶ λίαν εὐπετὲς, πάσῃ τῇ γῇ τοῦ Ἰσραὴλ συντόμως ἐπαγγείλασθαι τὰ ἀγαθὰ, ἀλλὰ κατ' εἶδος καὶ ὀρῶν, καὶ φαράγγων, καὶ βουνῶν, καὶ πόλεων, καὶ τῶν ἄλλων ἁπάντων μέμνηται, τοὺς διὰ τὴν ἐρημίαν ἀθυμοῦντας ψυχαγωγῶν. εʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἦ μὴν ἐν πυρὶ ζήλου μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν ἅπασαν, ὅτι ἔδωκαν τὴν κατάσχεσίν μου ἑαυτοῖς εἰς κληρονομίαν μετ' εὐφροσύνης, ἐξ ὅλης καρδίας ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ. Λίαν με, φησὶ, παρώξυνεν ἥ τε τῆς Ἰδουμαίας, καὶ ἡ τῶν ἄλλων ἐθνῶν θρασύτης, ᾗ κατὰ τῆς ἐμῆς ἐχρήσαντο γῆς, τῇ ταύτης εὐφραινόμενοι ἐρημίᾳ, καὶ προσδοκήσαντες ταύτης κρατήσειν, καὶ τὰς ἐν αὐτῇ κατοικούσας αἰχμαλωτεύσειν ψυχάς. Τούτου χάριν τὰς κατ' αὐτῶν ἐξήνεγκα ψήφους. ϛʹ. Προφήτευσον τοίνυν, ὦ προφῆτα, πάλιν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὲ τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν λαβεῖν ὑμᾶς. ζʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ αἴρω τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν· οὗτοι τὴν ἀτιμίαν αὑτῶν λήψονται. Ὁ καθ' ὑμῶν, φησὶ, γενόμενος ὀνειδισμὸς παρεσκεύασε τὴν κατὰ τῶν ὀνειδισάντων ἐξενεχθῆναι ψῆφον, καὶ ἐκεῖνοι μὲν τῆς κατ' ἐμοῦ ἀσεβείας, καὶ τῆς καθ' ὑμῶν μνησικακίας τε καὶ θρασύτητος δρέψονται τοὺς καρπούς. ηʹ. Ὑμῶν δὲ, ὄρη Ἰσραὴλ, τὴν σταφυλὴν, καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου Ἰσραὴλ, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν. Βεβαιώσω, φησὶ, τοῦ λαοῦ τὴν ἐλπίδα, καὶ ἐμπεδώσω αὐτοῦ τὴν ἀγαθὴν προσδοκίαν, καὶ ἐπανήξει, καὶ τῶν παρ' ὑμῖν φυομένων ἀπολαύσεται καρπῶν. Τοῖς δὲ ὄρεσι δῆλον ὅτι οὐχ ὡς ἐμψύχοις διαλέγεται· ἄλογα γὰρ καὶ ἄψυχα· τῇ δὲ πρὸς τὰ ἄψυχα διαλέξει παραμυθεῖται τοὺς τούτων οἰκήτορας, τὰ ἀγαθὰ τούτοις ἐπαγγελλόμενος. θʹ—ιαʹ. Ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, καὶ ἐπιβλέψω ἐφ' ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε.