Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1180
Not analysed yet
Καὶ πληθυνῶ ἐφ' ὑμᾶς ἀνθρώπους, πάντα οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ αἱ ἔρημοι οἰκοδομηθήσονται. Καὶ πληθυνῶ ἀνθρώπους ἐφ' ὑμᾶς, καὶ κτήνη, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται, καὶ κατοικιῶ ἐφ' ὑμᾶς, ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔτη τὰ ἔμπροσθεν ὑμῶν· καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος. Οὐ τὰ ὄρη γνώσονται, ἀλλ' οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες. Ταῦτα δὲ πέρας ἔλαβε μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον· καὶ μαρτυρεῖ τὰ πράγματα· πλήρεις γὰρ τῆς Παλαιστίνης αἱ πόλεις τῶν ἐνοικούντων, ἀνῳκοδόμηνταί τε πᾶσαι, καὶ λαμπρότητι διαπρέπουσιν· ἐκείνη δὲ μόνη μεμένηκεν ἔρημος, ἐν ᾗ κατὰ τοῦ Δεσπότου καὶ Σωτῆρος λυττήσαντες Ἰουδαῖοι, τὸ κατὰ τὸν σταυρὸν δεδράκασι τόλμημα, πᾶσι μὲν ἀνθρώποις σωτηρίαν, σφίσι δὲ αὐτοῖς ὄλεθρον τεκτηνάμενοι. Τὸ δὲ πάντα τὸν Ἰσραὴλ τῆς ἐπανόδου τυχεῖν, καὶ ὑπέσχετο ὁ Δεσπότης, καὶ τὸν οἰκεῖον πεπλήρωκε λόγον. Παρεσκεύασε γὰρ τὸν Κύρον ἅπασι τὴν ἐπάνοδον ἐπιτρέψαι· οἱ δὲ τὴν συνήθη νοσοῦντες ἀπείθειαν, τοῖς προσταχθεῖσιν ἀντεῖπον, καὶ τῆς οἰκείας τὴν ἀλλοτρίαν προείλοντο. ιγʹ—ιεʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν εἶπόν σοι· Γῆ κατεσθίουσα ἀνθρώπους σὺ εἶ, καὶ ἠτεκνωμένη ἀπὸ τοῦ ἔθνους σου ἐγένου. Διὰ τοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος. Καὶ οὐκ ἀκουσθήσεται ἔτι ἐφ' ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς δὲ οὐ μὴ ἐνέγκητε ἔτι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνωθήσεται ἔτι, λέγει Ἀδωναῒ Κύριος. Ἐδέξατο ἂν καὶ ταῦτα πέρας, εἰ ἐβουλήθησαν Ἰουδαῖοι· ἐπειδὴ δὲ καθάπερ κύνες λυττῶντες ἐπεμάνησαν τῷ Δεσπότῃ, αὐτοὶ τὴν προφητείαν ἀτέλεστον πεποιήκασι, καὶ οὕτως δὲ τὸ ἀψευδὲς ἡ πρόῤῥησις ἔχει. Προλαβὼν γὰρ ὁ τῶν ὅλων ἔφη Θεὸς διὰ Ἱερεμίου τοῦ προφήτου· «Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι, καὶ ποιήσουσι τὰ πονηρὰ ἐναντίον μου, τοῦ μὴ ἀκούειν μου τῆς φωνῆς, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.» Ἰουδαῖοι τοίνυν αἴτιοι τοῦ μὴ τυχεῖν τῶν διὰ τῆς προφητείας ἐπαγγελθέντων ἀγαθῶν. ιϛʹ—ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὑτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὑτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὑτῶν, κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγένετο ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. Καὶ ἐξέχεα τὸν θυμόν μου