Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1181
Not analysed yet
ἐπ' αὐτούς. Αὐτὰ, φησὶ, τὰ πράγματα μαρτυρεῖ τῷ δικαίῳ τῆς τιμωρίας· οὐ γὰρ μόνα τὰ παντοδαπὰ εἴδωλα θεραπεύοντες διετέλεσαν, ἀλλὰ καὶ πᾶν εἶδος ἐπετήδευσαν παρανομίας, ὡς πάσης βδελυγμίας καὶ μίσους ἀναπλησθῆναι· καὶ ἐπειδὴ κατὰ τὸν νόμον λίαν ἀκάθαρτος ἡ ἀποκαθημένη ἐδόκει, τουτέστιν, ἡ ἐν ῥύσει αἵματος, ἐκείνῳ τῷ περιττώματι τῆς παρανομίας ἀπεικάζει τὴν βδελυγμίαν. Εἶτα πάλιν ἐπιμένων τῇ κατηγορίᾳ· Ἀνθ' ὧν ἐξέχεαν, φησὶν, αἷμα ἐπὶ τῆς γῆς, καὶ ἐν τοῖς εἰδώλοις αὑτῶν ἐμίαναν αὐτήν. (ιθʹ.) Καὶ διεσκόρπισα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας. Καὶ πάλιν τῆς τιμωρίας τὸ δίκαιον δείκνυσι. «Κατὰ τὴν ὁδὸν αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτῶν ἔκρινα αὐτούς.» Ἐτρύγησαν, φησὶν, ὧν ἐφύτευσαν τοὺς καρπούς. Αἷμα ἐνταῦθα κέκληκεν οὐ μόνον τὰς ἄλλας μιαιφονίας, ἀλλὰ καὶ τὰς τῶν τέκνων θυσίας, ἃς τοῖς ὠμοβόροις καὶ πονηροῖς προσέφερον δαίμοσιν· οὐκ ἠρκέσθησαν γὰρ, φησὶ, ταῖς πρὸ τῆς αἰχμαλωσίας παρανομίαις, ἀλλὰ καὶ δορυάλωτοι γενόμενοι καὶ μέτοικοι, τοῖς αὐτοῖς ἐπέμειναν κακοῖς. κʹ. Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, εἰς οὓς εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον, ἐν τῷ λέγεσθαι αὐτοῖς, Λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. Πονηρίᾳ, φησὶ, συζῶντες βλασφημίας μοι γεγένηνται πρόξενοι. Πρῶτον μὲν γὰρ ὑπέλαβε τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν τούτους ἡττηθῆναι, καὶ ὑπὸ τοῖς πολεμίοις γενέσθαι· ἔπειτα πείρᾳ τὴν πονηρίαν αὐτῶν μεμαθηκότες, κατ' ἐμοῦ τὴν βλασφημίαν ἐκίνησαν, ὡς τοιούτοις ἐπιτηδεύμασι χαίροντος, καὶ τοὺς οὕτω πονηροὺς ἀνθρώπους οἰκεῖον λαὸν ὀνομάσαντος· ἀλλ' ὅμως ἐκείνων αὐτῶν προμηθούμενος· καʹ. Καὶ ἐφεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσεν ὁ οἶκος Ἰσραὴλ, οὗ εἰσῆλθον ἐκεῖ. Διδάξαι, φησὶν, ἐκείνους βουλόμενος τὴν ἐμὴν ἰσχὺν, τούτους ἀπαλλάξω τῶν ἐπικειμένων κακῶν. κβʹ, κγʹ. Διὰ τοῦτο εἰπὲ τῷ οἴκῳ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, λέγει Ἀδωναῒ Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν. Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῆς σωτηρίας, ἀλλὰ τὰ ἔθνη προσήκει θεραπείας τυχεῖν, ἀφορμὴν τῆς κατ' ἐμοῦ βλασφημίας παρ' ὑμῶν εἰληφότα· λυθήσεται δὲ ἡ βλασφημία διὰ τῆς ὑμετέρας σωτηρίας τῆς ἐμῆς