Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1184
Not analysed yet
δεικνυμένης δυνάμεως. Μαθόντες γὰρ, πῶς μου μέγα τὸ ὄνομα, καὶ ἀρκοῦν εἰς τὴν τῶν οἰκειουμένων ἐπικουρίαν, δοξάσουσί μου τὴν δεσποτείαν καὶ ὑμνήσουσι. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατ' ὀφθαλμοὺς αὐτῶν. (κδʹ.) Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γενεῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. Τοῦτο πᾶσι τοῖς ἐπανελθοῦσιν ἁρμόττει· οἱ γὰρ ἐπανελθεῖν βουληθέντες ἔτυχον τῆς ἐπανόδου· τὰ δὲ ἐπαγόμενα οὐκ ἔτι πᾶσιν, ἀλλὰ μόνοις τοῖς τῷ εὐαγγελικῷ κηρύγματι πιστεῦσαι προελομένοις. Φησὶ γάρ· κεʹ. Καὶ ῥανῶ εἰς ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθαριῶ ὑμᾶς. —Ὕδωρ δὲ καθαρὸν τὸ τῆς παλιγγενεσίας ὠνόμασεν ὕδωρ, ἐν ᾧ βαπτισθέντες τὴν ἄφεσιν τῶν ἁμαρτημάτων ἐλάβομεν. Καὶ τὰ ἐπιφερόμενα δὲ βεβαιοῖ τὰ εἰρημένα. κϛʹ. Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ὑμῖν. Διὰ τούτων τὴν τοῦ φρονήματος ἐναλλαγὴν ἐσήμανεν· ἐπὶ γὰρ τὰ ἀμείνω, φησὶ, ῥέψει ὑμῶν ἡ καρδία, οὐκέτι κατὰ τὴν προτέραν συνήθειαν τὴν ἐπὶ τὰ χείρω ῥοπὴν ἔχουσα· τὸ δὲ δώσω, οὐδαμῶς τῷ αὐτεξουσίῳ λυμαίνεται· λόγοις γὰρ, καὶ ἔργοις, καὶ τοῖς μυρίοις χρησάμενος θαύμασιν, οὐκ ἐκείνους μόνους, ἀλλὰ καὶ πάντα τὰ ἔθνη τῇ εὐσεβείᾳ προσελθεῖν ἔπεισεν, οὐκ ἠνάγκασεν· ἀλλ' ὅμως καὶ μὴ ἀναγκάσας, ἀλλὰ πείσας, αὐτὸς λέγει δεδωκέναι ταῖς ψυχαῖς τὴν ἐπὶ τὰ κρείττω ῥοπὴν, ὡς αὐτὸς αἴτιος τούτου, δι' ὧν εἶπέ τε καὶ ἔδρασε, γεγονώς. Καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. (κζʹ.) Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. Οὐδὲ ταῦτα πρὸ τῆς τοῦ Δεσπότου Χριστοῦ παρουσίας ἐγένετο· τρεῖς γὰρ μόνον μετὰ τὴν ἐπάνοδον κατὰ ταυτὸν ἐσχηκότες προφήτας, Ἀγγαῖον, καὶ Ζαχαρίαν, καὶ Μαλαχίαν, μετ' αὐτοὺς εὐθὺς τῆς προφητικῆς ἐγυμνώθησαν χάριτος· μετὰ δὲ τὴν τοῦ Θεοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπεφοίτησεν ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους τὸ Πνεῦμα τὸ ἅγιον, ἐχορηγήθη δὲ δι' ἐκείνων ἡ χάρις, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς τῶν ἐθνῶν προσελθοῦσι τῇ πίστει. Λιθίνην δὲ καρδίαν καλεῖ τὴν ἀντίτυπόν τε καὶ ἀπειθῆ, σαρκίνην δὲ τὴν εὐπειθῆ τε καὶ εὐήκοον, καὶ τῶν θείων γραμμάτων δέξασθαι δυναμένην τοὺς τύπους. «Καὶ ποιήσω, ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάσσησθε, καὶ ποιῆτε αὐτά.» Τοῦτο δὲ τῆς τοῦ Πνεύματος χάριτος ἴδιον· αὐτὴ γὰρ συνεργοῦσα τῷ ἡμετέρῳ αὐτεξουσίῳ κατορθοῦσθαι παρασκευάζει τὰ εἰρημένα.