Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1185
Not analysed yet
κηʹ. Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν. Πάλιν ἐπὶ τὸ κοινὸν μετάγει τὸν λόγον, καὶ ἀπὸ τῶν πνευματικῶν ἐπὶ τὰ σωματικὰ μεταφέρει. Καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. (κθʹ, λʹ.) Καὶ καθαριῶ ὑμᾶς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφ' ὑμᾶς λιμόν. Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ἔτι ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσιν. Οἶδα μὲν οὖν, ὅτι καὶ πνευματικῶς τούτων ἕκαστον ἐκλαβεῖν δυνατόν· ἀλλ' ὅμως ἡγοῦμαι τὸν προφητικὸν λόγον τὰ σωματικὰ νῦν τοῖς Ἰουδαίοις ὑπισχνεῖσθαι. Ἐπειδὴ γὰρ ἐρημία πολλὴ κατεῖχε τὸ τηνικαῦτα τὴν γῆν, ὑπισχνεῖται αὐτοῖς τῶν παντοδαπῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν ἐντεῦθεν δὲ ἐσομένην ὠφέλειαν προαγορεύει. λαʹ. Καὶ μνησθήσεσθε, φησὶ, τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν περὶ τῶν ἀνομιῶν ὑμῶν, καὶ περὶ τῶν βδελυγμάτων ὑμῶν. Τούτων, φησὶν, ἀπολαύοντες τῶν ἀγαθῶν, καὶ μανθάνοντες, ἡλίκους ἡ δικαιοσύνη φέρει καρποὺς, τῆς προτέρας ἀναμνησθήσεσθε πονηρίας, καὶ τῆς δι' ἐκείνην ὑμῖν τιμωρίας ἐπενεχθείσης, καὶ μισήσετε σφόδρα τὴν προτέραν παρανομίαν. Τὸ γὰρ Προσοχθιεῖτε ἀντὶ τοῦ βδελύξεσθε τέθεικε. Τοιοῦτόν ἐστι τὸ περὶ τοῦ παρανόμου παρὰ τοῦ Δαβὶδ εἰρημένον· «Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε,» τουτέστι, τὴν κακίαν οὐκ ἐβδελύξατο. Οὕτως ὑποσχόμενος αὐτοῖς τὰ ἀγαθὰ, πάλιν αὐτῶν τὸ φρόνημα ταπεινοῖ, λέγων· λβʹ. Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος· γνωστὸν ἔστω ὑμῖν, οἶκος Ἰσραήλ. Οὐχ ὑμεῖς, φησὶν, ἄξιοι τῶν ἐπηγγελμένων ἀγαθῶν, ἀλλ' ἐγὼ τῇ ἐμῇ φύσει πρέποντα ποιῶ. Εἶτα παραινετικῶς ὁμοῦ καὶ ἐντρεπτικῶς· «Αἰσχύνθητε, καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ἰσραήλ.» Μὴ ἀναλγήτως, φησὶ, μηδὲ ἀναισθήτως φέρετε τὰς παντοδαπὰς ὑμῶν τιμωρίας· ἀλλ' ὀψὲ γοῦν ποτε εἰς νοῦν λαβόντες τῶν ὑμετέρων ἐπιτηδευμάτων τὴν πονηρίαν, ἐπὶ τοῖς τετολμημένοις ἐρυθριάσατε. λγʹ, λδʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐν ᾗ ἂν ἡμέρᾳ καθαρίσω ὑμᾶς ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται αἱ ἔρημοι. Καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται, ἀνθ' ὧν ὅτι ἠφανισμένη ἐγένετο κατ' ὀφθαλμοὺς παντὸς διοδεύοντος. Ὅταν, φησὶν, ἄφεσιν ὑμῖν τῶν ἁμαρτημάτων χαρίσωμαι,