Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1197
Not analysed yet
τῶν, ἣν ἔδωκα τῷ δούλῳ μου Ἰακὼβ, ἐν ᾗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν ἕως αἰῶνος· καὶ Δαβὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα. Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίς ὁ αἰώνιος αὐτῶν βασιλεὺς Δαβὶδ προσαγορευόμενος. Ὅτι μὲν γὰρ οὐδαμῶς τῷ Ζοροβάβελ ἁρμόττουσιν αἱ τοιαῦται προσηγορίαι, καὶ αὐτοὶ ἂν συμφαίησαν· πρῶτον μὲν γὰρ οὐδὲ βασιλεύων, ἀλλὰ δημαγωγῶν διετέλεσε· ἔπειτα δὲ καὶ αὐτὴ ἐκείνη ἡ ἡγεμονία τῷ θανάτῳ διελύθη. Εἰ δὲ εἰς τὸ Δαβιδικὸν γένος τὸν αἰώνιον τοῦτον λαμβάνουσι Δαβὶδ, δειξάτωσαν τοῦ Δαβὶδ βασιλεῦον τὸ γένος· εἰ δὲ πρὸς τῇ βασιλείᾳ καὶ αὐτὸ τοῦ Δαβὶδ τὸ γένος ἄδηλον, ἐπὶ τοῦ παρόντος δυοῖν θάτερον ἀνάγκη, ἢ ψευδῆ τὴν προφητείαν ὑπολαβεῖν, ἢ τοῦ Δεσπότου Χριστοῦ τοῦ ἐκ Δαβὶδ κατὰ σάρκα προσκυνῆσαι τὴν βασιλείαν. Ὅτι δὲ ἀψευδὴς ἡ προφητεία, καὶ αὐτοὶ συνομολογήσαιεν· εἰ δὲ ἀψευδὴς, ὡσπεροῦν ἀψευδὴς, καὶ οὐχ ὁρῶμεν ἑτέραν Ἰουδαίων βασιλείαν, οὔτε μὴν αὐτὸ τοῦ Δαβὶδ τὸ γένος δῆλον ὑπάρχει καὶ γνώριμον· κρατεῖ δὲ, ὡς ἐκ Δαβὶδ μὲν κατὰ σάρκα, Υἱὸς δὲ Θεοῦ κατὰ τὴν θεότητα, καὶ αἰώνιον ἔχει τὸ κράτος· δήλη καὶ σαφὴς καὶ ἡ ἐκείνων ἐμβροντησία καὶ ἀπιστία, καὶ ἡ ἡμετέρα θεογνωσία. Βεβαιοῖ γὰρ τὰ εἰρημένα καὶ τὰ ἐπαγόμενα. Φησὶ γάρ· κϛʹ. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν. Δειξάτωσαν τοίνυν ἡμῖν ἢ τὴν τῆς εἰρήνης διαθήκην, ἢ τὴν αἰώνιον· ἀλλ' οὐκ ἂν ἔχοιεν· ἐστέρηνται γὰρ ἑκατέρας, ἡμῖν δὲ ἀμφοτέρας ἔδωκεν ὁ Δεσπότης· τά τε γὰρ αἰώνια ἡμῖν ὑπέσχετο ἀγαθὰ, καὶ τὰς πρὸς αὐτὸν ἡμῖν καταλλαγὰς ἐχαρίσατο. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν «Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων. Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν συμβαίνει τοῖς εἰρημένοις. Καὶ τάξω αὐτοὺς, φησὶ, καὶ πληθυνῶ αὐτοὺς, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. (κζʹ.) Καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Καὶ μὴν ἔρημος ὁ νεὼς, καὶ τὰ πάλαι ἅγια. Πῶς τοίνυν ὑπέσχετο θήσειν τὰ ἅγια αὑτοῦ ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα καὶ τὴν κατασκήνωσιν αὑτοῦ ἐν αὐτοῖς; Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολούθως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν· ἔχομεν γὰρ καὶ τῶν πραγμάτων συνομολογοῦσαν τὴν μαρτυρίαν. Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι,