Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1200
Not analysed yet
ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη· οὐ μόνον δὲ τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἐξ Ἰουδαίων πεπιστευκόσι, καὶ εἷς καὶ ὁ αὐτὸς καὶ τούτων κἀκείνων χρηματίζει Θεός· «Ὁ γὰρ αὐτὸς, φησὶ, Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.» Εἰκότως ἐπήγαγε· κηʹ. Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Τῷ ὄντι γὰρ διὰ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων καὶ τὰ ἔθνη τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς· ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ πρῶτοι τῶν ἀποστόλων μαθηταὶ, καὶ ἐκ τῶν παρὰ Ἰουδαίοις φυλαττομένων προφητικῶν βίβλων τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ μανθάνοντα τὰ ἔθνη, πεπίστευκε τῷ θείῳ κηρύγματι. Οὗ χάριν καὶ ὁ θεῖος Ἀπόστολος ἐγκεντρίζεσθαι ἔφη τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐν τῇ τῶν Ἰουδαίων εὐσεβεῖ ῥίζῃ, καὶ ἀποκλᾶσθαι, καὶ τῆς ῥίζης ταύτης χωρίζεσθαι τοὺς ἐξ Ἰουδαίων ἀπιστοῦντας. Τῆς σωτηρίας τοίνυν, φησὶ, πρώτοις Ἰουδαίοις χορηγουμένης γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτούς· ἐξ Ἰουδαίων γὰρ ὁ Δεσπότης Χριστὸς κατὰ τὴν σάρκα, παρὰ Ἰουδαίοις ὁ σταυρὸς, ὁ τάφος, ἡ ἀνάστασις· ἐξ Ἰουδαίων οἱ ἀπόστολοι, καὶ οἱ πρῶτοι κήρυκες. Εἰκότως τοίνυν τὰ ἔθνη διὰ τούτων ἀπολαύει τῆς σωτηρίας. ΚΕΦΑΛ. ΛΗʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ, καὶ Θοβέλ. —Γὼγ καὶ Μαγὼγ Σκυθικὰ ἔθνη· Μοσὸχ δὲ Καππαδόκας εἶναί φασι, καὶ Θοβὲλ Ἴβηρας· τὸ δὲ Ῥὼς ἡ Ἑβραίων φωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ ὁ Ἀκύλας δὲ κεφαλὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε. γʹ, δʹ. Καὶ εἰπὲ αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβέλ. Καὶ περιστρέψω σε κυκλόθεν, καὶ δώσω χαλινὸν εἰς τὴν σιαγόνα σου, καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας, συναγωγὴ πολλή· πέλτας καὶ περικεφαλαίας, καὶ μαχαίρας, καὶ ἀσπίδας πάντες αὐτοὶ ἔχοντες. Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνεται, ἀλλ' ἢ οἰκονομοῦντος ἐπ' ἀγαθῷ, ἢ συγχωροῦντος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας