Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1201
Not analysed yet
ἁμαρτίας. Τὸ τοίνυν, «Δώσω χαλινὸν εἰς τὰς σιαγόνας σου, καὶ συνάξω σε,» οὐ χαλινὸν αἰσθητὸν νοοῦμεν ἐμβαλλόμενον, ἀλλὰ τῷ θείῳ νεύματι ἀγόμενον τόν τε Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν αὐτῷ πάντας, ὧν καταλέγει τὰ γένη. εʹ. Πέρσαι γὰρ, φησὶ, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ Φοὺτ μετ' αὐτῶν. Εἶς δὲ καὶ οὗτος τῶν τοῦ Χὰμ υἱέων, τῶν ἑσπερίων Λιβύων προπάτωρ γενόμενος. «Πάντες περικεφαλαίαις καὶ πέλταις.» Πάντες οὗτοι ἀσπίδας, καὶ περικεφαλαίας, καὶ πέλτας ἔχοντες. ϛʹ. Γομὲρ, καὶ πάντες οὗτοι περὶ αὐτόν. Τοὺς Γαλάτας οὕτω καλεῖ. Οἶκος τοῦ Θογαρμά. Φρύγας τούτους εἶναί φησιν· «Ἀπ' ἐσχάτου βοῤῥᾶ, καὶ πάντα τὰ ὑποστηρίγματα αὐτοῦ, καὶ ἔθνη πολλὰ μετ' αὐτοῦ.» —Ὑποστηρίγματα λέγει τοὺς ὑπηκόους, τοὺς τὴν βασιλείαν ὑπερείδοντάς τε καὶ ἀνορθοῦντας. ζʹ, ηʹ. Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν, σὺ καὶ πᾶσα ἡ συναγωγή σου, ἡ ἐπισυνηγμένη πρὸς σὲ, καὶ ἔσῃ μοι εἰς προφυλακήν. Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἐπ' ἐσχάτου τῶν ἐτῶν ἥξεις εἰς τὴν γῆν, τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένη ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, φασὶν οἱ κατὰ καιρὸν γενόμενοι τῆς Ἐκκλησίας διδάσκαλοι, ταῦτα τὰ ἔθνη ἐπιστρατεῦσαι τῇ Ἰουδαίᾳ· καὶ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία. Λέγει γάρ· «Ἥξεις εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας,» τουτέστι, τὴν τῶν πολεμίων ἀπαλλαγεῖσαν, καὶ τῆς αἰχμαλωσίας ἐλευθερωθεῖσαν. Καὶ ἐπάγει· «Ἠθροισμένη ἀπὸ λαῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἣ ἐγένετο ἔρημος διόλου.» Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι. Οὐδὲ γὰρ ηὐπόρουν χρημάτων ἄνδρες πένητες καὶ αἰχμάλωτοι· εἰκὸς δὲ καὶ τοὺς πλησιοχώρους, τῇ τῶν Ἰουδαίων εὐπραξίᾳ φθονοῦντας, ταῦτα κατ' αὐτῶν μισθώσασθαι τὰ ἔθνη· ὅτι γὰρ διεκώλυσαν τὴν οἰκοδομίαν, ποτὲ μὲν τοὺς ὑπάρχους, ποτὲ δὲ τοὺς Περσῶν βασιλέας ἐξαπατῶντες, μάρτυς ἡ τοῦ Ἔσδρα συγγραφή. Τούτοις ἐπάγει· «Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ' εἰρήνης πάντες αὐτοί.» Καὶ ἐκ τούτων δῆλον, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τῶν ἐθνῶν τούτων ἐγένετο ἔφοδος· λέγει γὰρ, ὅτι· Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ' εἰρήνης. (θʹ.) Καὶ ἀναβήσῃ ὡς ὑε-