Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1204
Not analysed yet
τὸς, καὶ ἥξεις ὡς καταιγὶς καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν· καὶ πεσῇ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ. Ἕτερα, φησὶ προσδοκῶν, ἕτερα πείσῃ, καὶ ἐλπίζων νίκην ὀλέθρῳ παραδοθείσῃ. Εἶτα αὐτοῦ καὶ τοὺς διαλογισμοὺς διαγράφει. ιʹ—ιβʹ. Ἀναβήσονται, φησὶ, λογισμοὶ ἐπὶ τὴν καρδίαν σου, καὶ συλλογιῇ πονηροὺς λογισμοὺς, καὶ ἐρεῖς· Ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤῥιμμένην. Ἥξω ἐπὶ ἡσυχάζοντας λαοὺς ἐν ἡσυχίᾳ κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ θύραι. Οὐδὲ μοχλοὶ τοῦ σκυλεῦσαι σκῦλα, καὶ προνομεῦσαι προνομὴν αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά μου ἐπὶ γῆν ἠρημωμένην. ἣ κατῳκίσθη, ἐπὶ ἔθνος συνηγμένον ἀπὸ λαῶν πολλῶν, πεποιηκότες κτῆσιν καὶ ὕπαρξιν κατοικούντων ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς. Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰουδαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφητείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προειρημένα ἔθνη· ἐπίσημος δὲ ἐγεγόνει μετὰ τὴν ἐπάνοδον ὁ Ἰσραηλίτης λαὸς, ἐκ θείας ἐνεργείας τῆς ἐπανόδου τυχών· καὶ καθάπερ ἡ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἡ ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν· οὗ χάριν καὶ ἐπιστρατεῦσαι αὐτοῖς ταῦτα τετόλμηκε τὰ ἔθνη. Καὶ μηδεὶς οἰέσθω ἀπίθανον τὴν προφητείαν, λογιζόμενος τὸ μεταξὺ διάστημα τῶν Σκυθικῶν ἐθνῶν, καὶ τῆς Ἰουδαίας. Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε. Φρύγας δὲ καὶ Γαλάτας, Ἴβηράς τε καὶ Πέρσας, καὶ Αἰθίοπας, οὐχ ὡς ὑπακούοντας αὐτῷ λέγει συστρατεύεσθαι, ἀλλ' ὡς διαφόρως ἀναμιγέντας αὐτῷ, καὶ τοὺς μὲν αὐτομολήσαντας καὶ ἑκοντὶ στρατευσαμένους, τοὺς δὲ δορυαλώτους γενομένους, καὶ συμπολεμεῖν ἀναγκαζομένους. Τούτοις ὁ θεῖος λόγος καὶ ἠθοποιίαν προστίθησιν ἐκ προσώπου τῶν ἄλλων ἐθνῶν. ιγʹ. Σαβὰ γὰρ, φησὶ, καὶ Δαιδὰν, οἱ ἔμποροι Θαρσεῖς, καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσι σοι· Ἆρα εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα; Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυλεῦσαι σκῦλα μεγάλα. Σαβὰ δὲ, ὡς ἤδη ἔφην, ἔθνος ἐστὶν Αἰθιοπικὸν καὶ Ἰνδικόν· ἡ δὲ Δαιδὰν πλησιόχωρος τῆς Ἰδουμαίας· ἔστι δὲ καὶ ἄλλη Αἰθιοπική· Θαρσεῖς δὲ ἡ Καρχηδών. Ταῦτα, φη-