Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1205
Not analysed yet
σὶν, ἅπαντα τὰ ἔθνη, ὁρῶντά σου τὴν ἐπανάστασιν, γνώσονται ὅτι χρημάτων ἐρῶν τὴν στρατείαν ἐποιήσω ταύτην. ιδʹ—ιϛʹ. Διὰ τοῦτο προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ Γώγ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐχὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου τὸν Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ; Καὶ ἥξεις ἀπὸ τοῦ τόπου σου ἀπ' ἐσχάτου βοῤῥᾶ, σὺ καὶ πολλὰ ἔθνη μετὰ σοῦ· ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη, καὶ δύναμις πολλή. Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, ὡς νεφέλη, καλύψαι γῆν; Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται· τουτέστι, μετὰ τὴν ἐπάνοδον τοῦ Ἰσραήλ· τοῦτο γὰρ καὶ ἄνω ἔφη· «Ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ.» Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ μακαρίου Μωσέως εἰρημένον· «Δείξω αὐτοῖς, τί ἔσται ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν.» Καὶ καλεῖ τὸ ἔσχατον τῶν ἡμερῶν, οὐ τὴν συντέλειαν, ἀλλὰ τὸν καιρὸν, ἐν ᾧ γέγονεν αὐτῶν ἡ διασπορά. «Καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῷ με πάντα τὰ ἔθνη ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν, ὦ Γώγ.» Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ· διὰ γὰρ τοῦ Δεσπότου Χριστοῦ τὴν ἐπίγνωσιν ταύτην ἐδέξατο. Πάλαι δὲ, πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, τῶν τοιούτων ἐδεῖτο θαυμάτων. Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν. Διὸ καὶ ὁ μακάριος βοᾷ Δαβίδ· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν. Διό φησιν· «Ἵνα γνῷ με πάντα τὰ ἔθνη, ἐν τῷ ἁγιασθῆναί με ἐν σοί.» Τουτέστιν, Ἐν τῷ δοξασθῆναί με δήλης μου τῆς δυνάμεως γενομένης. ιζʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ Γώγ· Σὺ εἶ, περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, τῶν προφητευσάντων ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς. Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπισαν. Ὠσηὲ μὲν γὰρ λέγει· «Καὶ διαθήσομαι αὐτοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον, καὶ ῥομφαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατοικιῶ σε ἐπ' ἐλπίδι.» Καὶ Ἰωὴλ δὲ, «Ἰδοὺ, φησὶν, ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκεί-