Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1208
Not analysed yet
νῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρονομίας μου Ἰσραήλ.» Μιχαίας δὲ οὕτω φησίν· «Ὤδινε καὶ ἀνδρίζου, θύγατερ Σιὼν, ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου. Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ, οἱ λέγοντες· Ἐπιχαρούμεθα, καὶ ἐπόψονται οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σιὼν, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς, ὡς δράγματα ἅλωνος. Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατάξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.» Καὶ Ζαχαρίας δέ φησιν· «Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ. Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι;» Ἐξ ὧν δῆλον, ὡς μετὰ τὴν ἐπάνοδον ἐπεστράτευσε τὰ ἔθνη ταῦτα, καὶ κατελύθη θείᾳ χειρί. ιηʹ, ιθʹ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾖ ἂν ἡμέρᾳ ἔλθῃ ὁ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος, ἀναβήσεται ὁ θυμός μου ἐν ὀργῇ μου. Καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου· ἐλάλησα ὑμῖν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ. —Σεισμὸν καλεῖ τὸ τοῦ πράγματος μέγεθος. Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχόμεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν. Οὐδὲν δὲ ἀπεικὸς, καὶ σεισμὸν γενέσθαι τῆς τιμωρίας τοῖς δυσσεβέσι καὶ θηριώδεσιν ἐπαγομένης. Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὸν ζῆλον, καὶ τὸ πῦρ τῆς ὀργῆς, θεοπρεπῶς νοήσομεν. Ἀνθρωπίνως γὰρ αὐτὰ τέθεικε τὴν τιμωρίαν παραδηλῶν. Λέγει δὲ σεισθήσεσθαι ἀπὸ τοῦ φόβου τῶν γεγονότων οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἰχθύας, καὶ τὰ πετεινὰ, καὶ τὰ ἑρπετὰ, καὶ τὰ θηρία· τά τε ὄρη ῥαγήσεσθαι, καὶ τὰς φάραγγας συγχωσθήσεσθαι, καὶ τὰ τείχη διαλυθήσεσθαι. Ἐξ ὧν δῆλον, ὅτι σεισμὸν τῷ ὄντι τὸν σεισμὸν ἐκάλεσεν. Οὐ γὰρ μόνον τοῖς λογικοῖς, ἀλλὰ καὶ τοῖς ἀλόγοις δέος ἐπιτίθησιν ὁ σεισμὸς, καὶ ὄρη διαῤῥήγνυσιν, ὡς ἐκ τῶν ἀποσχιζομένων τμημάτων ἀποφράττεσθαι τὰς φάραγγας. Καὶ τείχη καταλύει, καὶ πόλεις συγχώννυσι, καὶ ἁπαξαπλῶς τούτου διδάσκαλος ἡ πεῖρα. καʹ. Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Τοῦ σεισμοῦ, φησὶν, ἡγησαμένου δειλίαν αὐτοῖς ἐμ-