Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1209
Not analysed yet
βαλῶ, καὶ πολεμίων φόβον, ὡς φυγῇ χρωμένους καὶ ἀλλήλους ἀγνοεῖν, καὶ ἐπ' ἀλλήλων ἀναιρεῖσθαι. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται. (κβʹ.) Καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ καὶ αἵματι. Οὐ μόνον δὲ ὑπ' ἀλλήλων ἀναλωθήσονται, ἀλλὰ καὶ ἄνωθεν αὐτοὺς ἐγὼ πολεμήσω. Ἐν ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ· καὶ μεγαλυνθήσομαι, καὶ ἐνδοξασθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος. Τούτων γὰρ ὀλέθρῳ παραδοθέντων, οἱ τέως ἀγνοοῦντές με ἐπιγνώσονται τὴν δύναμιν, καὶ τὴν ἐμὴν προσκυνήσουσι δεσποτείαν. ΚΕΦΑΛ. ΛΘʹ. Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦσαι ἐπ' αὐτὸν, καὶ ἐπὶ τὰ σὺν αὐτῷ ἔθνη, ὅτι δι' αὐτοῦ συγχωροῦντος ἥξουσιν ἀπ' ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας. Ἐπιλέγει δὲ καὶ τὴν ἐσομένην αὐτοῖς ἀσθένειαν. γʹ, δʹ. Ἀποτινάξω γὰρ, φησὶν, τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ βέλη σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς. Καὶ καταβαλῶ σε ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ πολλὰ ἔθνη τὰ μετὰ σοῦ. Διαλύσω σου, φησὶ, τὴν δύναμιν, ὥστε ἐκπεσεῖν τὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενα ὅπλα. Τούτοις προστίθησιν, ὅτι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ὠμοβόροις θηρίοις δοθήσεται βορά. Τὸ δὲ, ϛʹ. Ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικισθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης, καὶ γνώσονται ὅτι ὄνομά μοι Κύριος, δηλοῖ, ὡς τοῦ Γὼγ τὴν πανωλεθρίαν ἐκείνην ὑπομείναντος, οὐ μόνον οἱ ἠπειρῶται, ἀλλὰ καὶ οἱ νησιῶται θαῤῥήσουσιν· ἐδεδοίκεισαν γὰρ τὴν ἐκείνων στρατείαν ἀκούσαντες. ζʹ. Καὶ τὸ ὄνομά μου, φησὶ, τὸ ἅγιον γνωσθήσεται ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι. Καὶ τὴν αἰτίαν διδάσκει· «Καὶ γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν μέσῳ τοῦ Ἰσραήλ.» Μαθόντα γὰρ τὰ ἔθνη τῆς ἐμῆς προνοίας τὴν δύναμιν, καὶ ὅπως ὑπερασπίζω τοῦ χρηματίζοντός μου λαοῦ, οὐκ ἔτι ἀσθένειάν μου κατηγορήσουσιν, οὐδὲ νομιοῦσι διὰ τὴν ἐμὴν ἀδυναμίαν τὴν προτέραν αἰχμαλωσίαν τοῦ λαοῦ μου γενέσθαι. Εἶτα τῶν εἰρημένων τὸ βέβαιον δείκνυσιν.