Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1212
Not analysed yet
ηʹ. Ἰδοὺ ἥκει, καὶ γνώσῃ, ὅτι ἔσται, λέγει Ἀδωναῒ Κύριος. Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πίστιν· πάντως γὰρ γενήσεται τὰ ὑπ' ἐμοῦ προῤῥηθέντα. «Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐλάλησα.» Περὶ ταύτης, φησὶ, τῆς ἡμέρας πολλάκις προηγόρευσα. Καλεῖ δὲ ἡμέραν τῆς τοῦ Γὼγ τιμωρίας τὸν καιρόν. Εἶτα διδάσκει, ὡς ἅπας Ἰσραὴλ ἀντὶ ξύλων τοῖς ἐκείνων χρήσονται ὅπλοις, δόρασί τε καὶ τόξοις, καὶ βέλεσι, θυρεοῖς τε καὶ πέλταις, καὶ βακτηρίαις· καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ' ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα. Καὶ διὰ τούτων δὲ τὸ πλῆθος αὐτῶν παραδηλοῖ· προλέγει δὲ καὶ τὸ ἐσόμενον μνῆμα τοῦ Γώγ. ιαʹ. Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν μνημεῖον Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ἐξ ἀνατολῆς τῆς θαλάσσης. Ἔνθα, φησὶν, ἔθαψαν τοὺς ἐκ τῶν ἑῴων ἐπελθόντας αὐτοῖς μερῶν, ἐκεῖ καὶ τοῦτον θάψουσιν. Ἀναμιμνήσκει δὲ αὐτοὺς διὰ τούτου τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ γενομένης τῶν Ἀσσυρίων σφαγῆς· ὅτι καὶ τότε τῆς αὐτοῦ ἐπικουρίας ἀπήλαυσαν, καὶ μετὰ ταῦτα τῆς αὐτοῦ τεύξονται προμηθείας. Διὰ δὲ τὸ πλῆθος, φησὶ, τῶν νεκρῶν, «Οἰκοδομήσουσι τὸ περιστόμιον τῆς φάραγγος, καὶ θάψουσιν ἐκεῖ τὸν Γὼγ, καὶ πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ κληθήσεται τὸ γαὶ τὸ πολυάνδριον τοῦ Γώγ.» Τοσοῦτον γὰρ, φησὶν, ἔσται τῶν ἀναιρουμένων τὸ πλῆθος, ὡς μηδὲν ὄρυγμα χειροποίητον αὐτοὺς δέξασθαι, ἀλλὰ τὴν βαθυτάτην φάραγγα τάφον αὐτοῖς γενέσθαι, ἑκατέρωθεν μὲν περιοικοδομουμένην, ἄνωθεν δὲ χωννυμένην. Ἑπτὰ δὲ μηνῶν, φησὶ, δαπανηθήσεται χρόνος εἰς ταύτην τὴν ταφήν· καὶ τὴν ἡμέραν δὲ τῆς ἐκείνου πανωλεθρίας ἐπίσημον ποιήσονται. «Ἔσται γὰρ αὐτοῖς, φησὶν, εἰς ὄνομα ἡ ἡμέρα, ἐν ᾗ δοξασθήσομαι, λέγει Ἀδωναῒ Κύριος.» Ἀλλὰ καὶ ἄνδρας, φησὶν, ἀφορίσουσιν, ὥστε περινοστῆσαι τὴν γῆν, καὶ παραδοῦναι ταφῇ τοὺς ἐν τῷ φεύγειν, τὸν θάνατον δεξαμένους. ιεʹ. Καὶ ζητήσουσι πᾶς ὁ διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ὁ ἰδὼν ὀστοῦν ἀνθρώπου, οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πολυανδρίου τοῦ Γώγ. Ἐπὶ χρόνῳ πολλῷ, φησὶ, περινοστήσουσι τοὺς ἀτάφους παραδιδόντες ταφῇ· καὶ οἱ ὁδῖται δὲ, εἴ που ὀστοῦν εὕροιεν, λίθους κατ' αὐτὸ ἀθροίζοντες, δῆλον ποιήσουσι τοῖς τὸ θάπτειν ἐγκεχειρισμένοις, ὥστε κἀκεῖνα συναγαγεῖν, καὶ τῶν νομιζομένων ἀξιῶσαι. ιϛʹ. Καὶ τὸ ὄνομα δὲ τοῦ τόπου κληθήσεται