Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1213
Not analysed yet
διάπτωσις καὶ πολυάνδριον, καὶ καθαρισθήσεται ἡ γῆ. Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤῥιμμένων σωμάτων· οὐχ ὡς λογικοῖς δὲ τούτοις παρεγγυᾷ, ἀλλὰ πείθων τοὺς λογικοὺς, ὡς καὶ ταῦτα αὐτοῦ συγχωροῦντος γίνεται. Τὸ δὲ, «Φάγεσθε κρέα μόσχων, καὶ κριῶν, καὶ ἀρνῶν, καὶ τράγων, καὶ ταύρων ἐστεατωμένων πάντων,» τροπικῶς ἔφη, τοὺς βασιλέας αὐτῶν καὶ ἄρχοντας, καὶ ἀριστέας, διὰ τῶν μόσχων, καὶ κριῶν, καὶ τράγων, καὶ ταύρων ὀνομάσας. Διὰ δὲ τῶν ἀρνῶν τοὺς ὑπηκόους. Θυσίαν δὲ αὑτοῦ κέκληκε τὴν γνώμῃ αὐτοῦ γενομένην ἐκείνων ἀναίρεσιν κʹ. Καὶ ἐμπλησθήσεσθε, φησὶν, ἐπὶ τῆς τραπέζης μου, τουτέστιν, ἐπὶ τῆς παρ' ἐμοῦ προσενεχθείσης ὑμῖν τροφῆς. Καὶ δεικνὺς τίς αὕτη, ἐπήγαγεν· «Ἵππον, καὶ ἀναβάτην, καὶ γίγαντα, καὶ πάντα ἄνδρα πολεμιστὴν, λέγει Ἀδωναῒ Κύριος.» Διὰ τούτων ἡρμήνευσε τοὺς κριοὺς, καὶ τοὺς ταύρους, καὶ τοὺς τράγους. καʹ. Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψεται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐτούς. Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύτης ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον. Ἀλλὰ καὶ ὁ οἶκος, φησὶ, τοῦ Ἰσραὴλ δι' αὐτῶν μαθήσεται τῶν πραγμάτων, ὅτι καὶ Κύριος αὐτῶν εἰμι καὶ Δεσπότης. Τὸ δὲ, «Ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα,» τῆς προτέρας ἀγνοίας κατηγορεῖ. κγʹ, κδʹ. Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν ὁ οἶκος Ἰσραὴλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐθνῶν αὐτῶν, καὶ ἔπεσον πάντες μαχαίρᾳ. Κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. Θεώμενα, φησὶ, τὰ ἔθνη τὸν ἐπενεχθέντα τῷ Γὼγ ὄλεθρον, γνώσεται ὡς καὶ Βαβυλωνίοις ταύτην ἠδυνάμην ἐπενεγκεῖν τὴν τιμωρίαν· ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανομίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας. Καὶ τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον ἡ τούτων τῶν ἐθνῶν ἐγένετο ἐπανάστασις. «Γνώσεται γὰρ, φησὶ, πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν πᾶς οἶκος Ἰσραήλ.» Θεωροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τίνοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν. Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ ἐπαγόμενα·