Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1216
Not analysed yet
κεʹ—κζʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῖ Κύριος· Νῦν ἀναστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομά μου τὸ ἅγιον. Καὶ λήψονται τὴν ἀτιμίαν ἑαυτῶν, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν. Ἐν τῷ ἐπιστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῶν χωρῶν αὐτῶν. Τὸ, «Λήψονται τὴν ἀνομίαν αὑτῶν, καὶ πάσας τὰς ἀδικίας αὑτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ,» ἀντὶ τοῦ, Εἰς διάνοιαν λήψονται, δι' ὧν ὑπέμειναν ἀνιαρῶν, ὡς αὐτοὶ τούτων ἑαυτοῖς ἐγένοντο πρόξενοι, καὶ τῆς ἀτιμίας αἰτία ἡ ἀδικία. Τούτοις δὲ, φησὶ, χρήσονται τοῖς λογισμοῖς εἰς τὴν οἰκείαν ἐπανελθόντες γῆν, καὶ τῶν χαλεπῶν τούτων τῶν πολεμίων ἀπαλλαγέντες· τότε γὰρ, «Καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν.» Ἀντὶ τοῦ· Δήλης μου τῆς δυνάμεως γενομένης, τὴν παρὰ πάντων δέξομαι προσκύνησιν, διὰ τῆς περὶ τούτους ὑπ' ἐμοῦ γενομένης προνοίας. κηʹ. Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. Διὰ γὰρ τῆς ἐμῆς προμηθείας καὶ τῆς τῶν Βαβυλωνίων ἀπαλλαγήσονται δεσποτείας, καὶ τῶν Σκυθικῶν ἐθνῶν τὸν ὄλεθρον ὄψονται. «Καὶ συνάξω αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν, καὶ οὐ καταλείψω οὐκέτι ἀπ' αὐτῶν ἐκεῖ.» Καὶ τοῦτο, ὅσον ἧκεν εἰς τὴν θείαν κηδεμονίαν, γεγένηται· οἱ δὲ τοῖς θείοις νόμοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο. κθʹ. Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος. Καὶ τοῦτο δὲ ἕπεται τῶν ἀνθρώπων τῇ γνώμῃ. Ἐφ' ἡμῖν γάρ ἐστι τὸ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιθεῖναι τὸ πέρας· οὕτω καὶ ἡμῖν ὑπέσχετο τῶν οὐρανῶν τὴν βασιλείαν ὁ Δεσπότης, ἀλλ' οὐ τευξόμεθα ταύτης ἀναξίως πολιτευόμενοι· σπουδάζοντες δὲ, καὶ σὺν προθυμίᾳ πάσῃ τοὺς θείους νόμους φυλάττοντες, ἀπολαυσόμεθα πάντως τῶν ἐπηγγελμένων ἀγαθῶν. Οὕτω καὶ τοῖς Ἰουδαίοις ὑπέσχετο μὴ ἀποστρέψειν ἀπ' αὐτῶν τὸ πρόσωπον, δηλονότι πειθομένων αὐτῷ καὶ πιστευόντων, καὶ τοὺς θείους φυλασσόντων νόμους. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς ἡ ἱστορία· ἐξαγαγὼν γὰρ ἐξ Αἰγύπτου τὸν λαὸν, εἰς τὴν ἐπηγγελμένην αὐτοὺς ἄξειν ὑπέσχετο γῆν· ἐπειδὴ δὲ τοῖς θείοις δόγμασιν ἀντιτείνοντες, ἀσεβείᾳ συζῶντες διετέλεσαν, πάντας αὐτοὺς ἐν τῇ ἐρήμῳ θανάτῳ παρέδωκε, δύο μόνοις ἐξ ἁπάντων τῶν δεξαμένων τὰς ὑποσχέσεις, πληρώσας τὰς ὑποσχέσεις. Καὶ ἐνταῦθα τοίνυν οἱ μὲν πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα, βεβαίαν ἔχουσι τὴν ὑπόσχεσιν· οὐ γὰρ ἀπέστρεψε