Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1217
Not analysed yet
τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν· οἱ δὲ τἀναντία δρῶντες τῷ θείῳ βουλήματι, πόῤῥω που τῆς θείας ἐποψίας τυγχάνουσιν, οὐδεμιᾶς ἀπολαύοντες προμηθείας, ἀλλὰ, «πορευόμενοι, κατὰ τὸν προφήτην Ἡσαΐαν, τῷ φωτὶ τοῦ πυρὸς αὑτῶν, καὶ τῇ φλογὶ ᾗ ἐξέκαυσαν.» καὶ πορεύσονται, κατὰ τὸν θεῖον Δαβὶδ, «ἐν τοῖς ἐπιτηδεύμασιν αὑτῶν.» Ταῦτα μὲν οὕτω νοεῖν ὑπὸ τῆς θείας Γραφῆς ἐδιδάχθημεν. Ἐγὼ δὲ θαυμάζω οὐ μόνον Ἰουδαίων τὴν ἄνοιαν, ἀλλὰ καί τινων, τὸ μὲν Χριστιανικὸν ὄνομα περικειμένων, τοῖς Ἰουδαϊκοῖς δὲ μύθοις προσεχόντων· καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ' ἔσεσθαι προσδοκώντων. Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει ἡ τούτου προφητεία συνέζευκται· ἔπειτα, ὅτι διὰ τούτων ἔφη μαθήσεσθαι τὰ ἔθνη τοῦ Θεοῦ τὴν δύναμιν. Ποίας γὰρ, εἰπάτωσαν, δεῖται νῦν τὰ ἔθνη διδασκαλίας εἰς διάγνωσιν τῆς θείας δυνάμεως, οἳ πιστεύειν μὲν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐδιδάχθησαν, δοξολογεῖν δὲ καὶ προσκυνεῖν τὴν θείαν ἔμαθον φύσιν, τῆς δὲ τῶν εἰδώλων ἀπηλλάγησαν πλάνης; Ποίαν δὲ τοιαύτην διδασκαλίαν ἡ τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα; Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους διδάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν· καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα. Ἡ δὲ τοῦ Γὼγ ἀναίρεσις μόνον ἐδίδαξε τὰ ἔθνη, ὅτι μεγίστην ἔχει δύναμιν ὁ Ἰουδαίων Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν αὐτοῦ ἀσθένειαν ὑπὸ Βαβυλωνίοις ἐγένοντο, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν. Εἰ τοίνυν μηδέπω τὰ κατὰ τὸν Γὼγ ἐγένετο, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν γενήσεται, καὶ δι' ἐκείνου μαθήσεται τὰ ἔθνη τὸν τῶν ὅλων σέβειν Θεὸν, μείζονα τὰ κατὰ τὸν Γὼγ τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου τοῦ τὸν θάνατον λύσαντος, καὶ τῶν θείων ἀποστόλων, οἳ τῷ φωτὶ τῆς θεογνωσίας τὴν οἰκουμένην κατηύγασαν. Ταῦτα μὲν γὰρ ἅπαντα οὐκ ἴσχυσε διδάξαι τὰ ἔθνη τὸν τῶν ὅλων Θεὸν, μόνη δὲ ἡ τοῦ Γὼγ ἀναίρεσις δῆλον αὐτὸν ἅπασι καταστήσει· οὕτω σαφῶς Ἰουδαΐζουσιν οἱ ταῦτα μυθολογοῦντες. Ἡμεῖς δὲ, τῇ θείᾳ πειθόμενοι Γραφῇ, τὴν προειρημένην ἑρμηνείαν ἐποιησάμεθα, διδάξαντες, ὅτι ἐλήλυθεν οὗτος, καὶ πέρας τὰ κατ' αὐτὸν εἴληφε. Καὶ τότε μὲν ἔμαθε τὰ ἔθνη, ὡς οὐ διὰ τὴν θείαν ἀσθένειαν τὴν αἰχμαλωσίαν ὑπέμενον οἱ Ἰουδαῖοι, ἀλλὰ διὰ τὴν σφῶν αὐτῶν παρανομίαν· ἐπὶ δὲ τοῦ παρόντος, διὰ τοῦ Δεσποτικοῦ θανάτου καὶ τῆς ἀναστάσεως τὰς τῆς θεογνωσίας