Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1220
Not analysed yet
ἀκτῖνας ἐδέξατο τὰ ἔθνη, καὶ τῆς πατρῴας ἀσεβείας ἀπαλλαγέντα, προσκυνεῖν μεμαθήκαμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Ιϛʹ. ΚΕΦΑΛ. Μʹ. αʹ. Καὶ ἐγένετο ἐν τῷ εἰκοστῷ καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν. Καὶ ἐντεῦθεν δῆλός ἐστι ὁ προφήτης Ἰεχονίᾳ τῷ βασιλεῖ τῆς αἰχμαλωσίας κοινωνήσας· μεθ' ὃν Σεδεκίας ἐβασίλευσε ἕνδεκα ἔτη ὀλίγων μηνῶν ἀποδέοντα· ἐν γὰρ τῷ ἑνδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας ἥλω ἡ πόλις. Εἰκότως τοίνυν ἔφη, τὸ τῆς ἁλώσεως τῆς πόλεως τεσσαρεσκαιδέκατον ἔτος, τῆς αὐτῶν αἰχμαλωσίας πέμπτον εἶναι καὶ εἰκοστόν. Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου. (βʹ.) Καὶ ἤγαγέ με ἐκεῖ ἐν ὁράσει Θεοῦ, ἤγαγε δέ με εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. Προθεσπίσας αὐτοῖς ὁ τῶν ὅλων Θεὸς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τὴν οἰκείαν ὑποδείξας δύναμιν διὰ τῆς τῶν ξηρῶν ἐκείνων ὀστῶν ἀναστάσεως, προλέγει καὶ τῆς πόλεως καὶ τοῦ νεὼ τὴν οἰκοδομίαν· καὶ οὐ λόγοις κέχρηται μόνοις, ἀλλὰ καὶ θεωρίαν τοιαύτην ὑποδείκνυσι τῷ προφήτῃ, τῇ τοῦ θείου Πνεύματος ἐνεργείᾳ τῆς διανοίας αὐτοῦ φωτίσας τὸ ὀπτικόν. Ἵνα δὲ μὴ τὸ καθ' ἕκαστον ἑρμηνεύοντες ἀποκναίσωμεν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ τῷ μήκει τῶν λόγων, ἐν κεφαλαίῳ παράφρασίν τινα ποιήσασθαι βουλόμεθα τῶν ὑποδειχθέντων πνευματικῶς τῷ θεσπεσίῳ προφήτῃ. Λέγει τοίνυν, «Ἐν ὁράσει Θεοῦ,» τουτέστι πνευματικῇ, οὐ σωματικῇ ὄψει, ἀπαχθῆναι μὲν αὐτοῦ τὴν διάνοιαν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, ἰδεῖν δὲ ἐπ' ὄρους τινὸς ὑψηλοῦ οἰκοδομίαν, καί τινα ἑστηκότα, τὸ μὲν εἶδος ἀνθρώπειον ἔχοντα, τὴν δὲ χρόαν λαμπροτάτου καὶ περικαλλεστάτου χαλκοῦ, κάλαμον δὲ καὶ σπαρτίον οἰκοδομικὸν ἐπιφερόμενον, καὶ παρακελευόμενόν μοι, καὶ τὰ ὑποδεικνύ-