Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1221
Not analysed yet
μενα θεωρεῖν, καὶ τῶν λεγομένων ἀκούειν. Τούτου γὰρ χάριν καὶ ἐληλυθέναι ἔφασκεν, ὥστε καὶ ὑποδεῖξαι καὶ διδάξαι. «Ἵνα καὶ σὺ, φησὶ, ταῦτα διαπορθμεύσῃς τῷ οἴκῳ Ἰσραήλ.» Εἶτα μετρῶν τῷ καλάμῳ ὑποδείκνυσί μοι ἅπαντα τῆς οἰκοδομίας τὰ μέτρα· καὶ πρῶτον μὲν τῶν πυλῶν τὰ μέτρα, καὶ τῶν καλουμένων οὐδῶν τε καὶ ὑπερθύρων, καὶ παραστάδων. Αἰλὰμ γὰρ ἑνικῶς τὴν παραστάδα καλεῖ· αἰλαμὼθ δὲ πληθυντικῶς· καὶ θεὲ πάλιν, τόν τε οὐδὸν, καὶ τὸ ὑπέρθυρον· θεεὶμ δὲ, τὰ αὐτὰ πληθυντικῶς. Οὕτω γὰρ εὗρον τούτων παρὰ τῷ Σύρῳ τὴν ἑρμηνείαν. Λέγει δὲ ἑωρακέναι οὐ μόνον τὰς ἐξωτέρας, ἀλλὰ καὶ τὰς ἔνδον πύλας, καὶ τὰς μεταξὺ πάλιν αὐλὰς, καὶ τὰς ἐκείνων ἐνδοτέρας. Αἱ μὲν γὰρ ἦσαν ἀφωρισμέναι τοῖς ἱερεῦσιν, αἱ δὲ πᾶσιν ἦσαν Ἰσραηλίταις βαταί· καὶ ἕνα μὲν ἐν κύκλῳ περίβολον εἶχεν ὁ θεῖος νεὼς, μέγιστόν τε καὶ ὑψηλότατον· ἔνδον δὲ μετ' ἐκεῖνον τειχίοις ἑτέροις τὸ ὕπαιθρον ἅπαν διώριστο. Καὶ τὰ μὲν ἀπενενέμητο παντὶ τῷ λαῷ, τὰ δὲ ἐνδότερα καὶ παρ' αὐτὸν τὸν νεὼν μόνοις ἀφιέρωτο τοῖς ἱερεῦσι. Λέγει τοίνυν ἰδεῖν ἐν τῇ ἐνδοτέρᾳ αὐλῇ παστοφόρια, καὶ περίστυλα τριάκοντα· τὰ δὲ παστοφόρια ὁ Σύρος ἐξέδρας ὠνόμασε. Καὶ ταῦτα δὲ τοῖς ἱερεῦσιν ἀφώριστο, ὡς ὁ αὐτὸς διδάσκει προφήτης. Τῷ θεσπεσίῳ δὲ Ἡσαΐᾳ φησὶν ὁ Θεός· «Εἴσελθε εἰς τὸ παστοφόριον πρὸς Σομμᾶν τὸν γραμματέα.» Λέγει δὲ ἑκατὸν μὲν πήχεων εὖρος ἀπονεμηθῆναι ταῖς ἐξωτέραις αὐλαῖς, τῇ τε πρὸς ἄρκτον καὶ τῇ πρὸς μεσημβρίαν βλεπούσῃ, ὡσαύτως δὲ καὶ τῇ πρὸς ἥλιον ἀνίσχοντα· τῶν δὲ ἐσωτέρων αὐλῶν ἑκάστης τὸ μὲν μῆκος πήχεων εἰκοσιπέντε, τὸ δὲ εὖρος πήχεων πεντήκοντα. Λέγει δὲ καὶ τὰς πύλας ἐοικέναι ἀλλήλαις κατὰ πάντα, κατά τε τὰ μέτρα, καὶ κατὰ τὰς τῶν φοινίκων γλυφάς· τὰ δὲ ἑκατέρωθεν τῆς θύρας γεισσώματα, εἴτουν κυμάτια, αἴλευ ὀνομάζει, ἐν αἷς διαγεγλύφθαι ἔφη τὰ τῶν φοινίκων εἰκάσματα. Λέγει δὲ θεωρῆσαι καὶ τραπέζας ἑκατέρωθεν τῶν πυλῶν κειμένας, ἐν αἷς τὰ ἱερεῖα τιθέντες οἱ ἱερεῖς κατέσφαζον, τά τε ὁλοκαυτούμενα, καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἀγνοίας προσφερόμενα· πλησιάζειν δὲ ἔφη καὶ ῥύακά τινα, τὸ αἷμα τῶν θυμάτων ὑποδεχόμενον, καὶ εἴς τι χωρίον ἀπῳκισμένον πάντως μετακομίζοντα. Εἶχον δὲ, φησὶν, αἱ τράπεζαι καὶ ὀρόφους ἄνωθεν καλύπτοντας, καὶ τοῦ τε ὑετοῦ, τοῦ τε ἡλίου τὴν προσβολὴν ἀπείργοντας. Μετὰ ταῦτα διηγεῖται, ὡς ἐξέδρας ἐθεάσατο δύο, τὴν μὲν εἰς ἄρκτον, τὴν δὲ εἰς μεσημβρίαν ἀποβλέπουσαν· ἀμφοτέρας δὲ ἐν ταῖς ἐνδοτέραις ᾠκοδομημένας αὐλαῖς. Καὶ τὴν μὲν ἀποβλέπουσαν πρὸς νότον, τοῖς ἱερεῦσιν ἀπονενεμῆσθαι ἔφη τοῖς τὸν θεῖον φυλάττουσι νεών· τὴν δὲ πρὸς βοῤῥᾶν ἀποβλέπουσαν, τοῖς τὸ θυσιαστήριον τὸ ἔξω φυλάττουσι. Ἔφη δὲ καὶ τούτους κἀκείνους ἀπὸ τοῦ Σαδοὺκ τὸ γένος κατάγειν· πάλαι γὰρ τοῦ