Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1224
Not analysed yet
Ἀβιάθαρ τὸ γένος ἔπαυσε τοῦ ἱερατεύειν ὁ τῶν ὅλων Θεὸς, κατὰ τὴν ἐξενεχθεῖσαν κατὰ Ἡλεὶ τοῦ ἀρχιερέως ψῆφον. Λέγει δὲ ἐσωτέραν αὐλὴν, τὴν πρὸς ἥλιον ἀνίσχοντα βλέπουσαν, ἀπὸ τοῦ προπυλαίου τοῦ θείου νεὼ μέχρι τῆς πύλης ἑκατὸν ἐσχηκέναι πήχεις, καὶ τὸ εὖρος δὲ ὡσαύτως τοσούτους· καταντικρὺ δὲ τοῦ νεὼ τὸ θυσιαστήριον· τὸ δὲ προπύλαιον τοῦ νεὼ εἴκοσι μὲν πήχεων τὸ μῆκος, τεττάρων δὲ καὶ δέκα τὸ πλάτος· καὶ τὴν θύραν αὐτοῦ ὁμοίως τεττάρων καὶ δέκα τὸ πλάτος, τοὺς δὲ ἑκατέρωθεν αὐτῆς ἀγκῶνας, ἢ παραστάδας μέχρι τῆς γωνίας, ἀπὸ τριῶν πήχεων ἑκατέραν. Οὕτω γὰρ καὶ τῶν εἴκοσι πήχεων πληροῦται τὸ μέτρον, τῆς μὲν θύρας τέτταρας καὶ δέκα λαβούσης, τῶν ἑκατέρωθεν ἀγκώνων (τούτους γὰρ ἐπωμίδας ἐκάλεσε), τοὺς ἄλλους ἓξ, τρεῖς ἐντεῦθεν, καὶ τρεῖς ἐκεῖθεν. Αὐτοῦ δὲ τοῦ νεὼ τὴν θύραν ἔφη εὖρος ἔχειν πήχεων δέκα, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πέντε πήχεων, ὥστε πληροῦσθαι πάλιν τοὺς εἴκοσι πήχεις· διεμέτρησε δὲ, φησὶ, καὶ αὐτὸν τὸν νεὼν, καὶ ὑπέδειξέ μοι τεσσαράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ πλάτος, ἰσόμετρον τῷ προπυλαίῳ. Εἶδον δὲ, φησὶ, καὶ ἑτέραν θύραν ἐνδοτέραν, τὸ πλάτος ἔχουσαν πήχεις ἓξ, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πήχεων ἑπτά· τοῖς ἓξ τοίνυν πήχεσιν οἱ τέτταρες καὶ δέκα προστιθέμενοι τοὺς εἴκοσι πληροῦσι. Λέγει δὲ θεάσασθαι καὶ τὰς θύρας τὰς διοριζούσας ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων, καὶ τὸ μὲν εὖρος αὐτῶν ἰσόμετρον εἶναι τῷ νεῷ, τουτέστι πήχεων εἴκοσι· τὸ δὲ ὕψος πήχεων τεσσαράκοντα. Ζητήσας δὲ καὶ παρὰ τῷ Σύρῳ καὶ παρὰ τῷ Ἑβραίῳ τὰ μέτρα, εὗρον καὶ τὸ ὕψος ἰσόμετρον τῷ πλάτει· συνεφώνησαν γὰρ ἀμφότεροι, ὅ τε Σύρος, ὅ τε Ἑβραῖος, εἴκοσι πήχεων φήσαντες, καὶ τὸ εὖρος, καὶ τὸ ὕψος. Λέγει δὲ καὶ διπλοῦν τεθεᾶσθαι κύκλῳ τοῦ ναοῦ τὸ οἰκοδόμημα, καὶ ἑτέρους τοίχους ἔξωθεν τῆς ὀροφῆς ᾠκοδομημένους, καὶ μεταξὺ τῶν δύο τοίχων κύκλῳ περίπατόν τε καὶ δίοδον. Λέγει δὲ καὶ τῆς οἰκοδομίας ταύτης τὴν αἰτίαν· «Ἵνα μηδεὶς, φησὶ, πελάζῃ τοῖς τοῦ νεὼ τοίχοις.» Τοῦτον δὲ αὐτὸν στενὸν κύκλον ἔφη εἰς ἐπίπεδα καὶ ὑπερῷα διῃρῆσθαι, καὶ θυρίδας ἔχειν ἔξωθεν μὲν στενὰς εὐρυτέρας δὲ ἔνδοθεν, ἃς προσαγορεύειν εἰώθαμεν λοξάς· καὶ ἑτέρας δὲ, φησὶ, δύο ἐξέδρας ἐθεασάμην ἑκατέρωθεν τοῦ θείου νεὼ, τὴν μὲν εἰς ἄρκτον ἀποβλέπουσαν, τὴν δὲ πρὸς νότον· τοῦτο γὰρ ἐκάλεσε προσευχὴν, ἐπειδὴ τοῖς τὰ βορειότερα τῆς Ἱερουσαλὴμ οἰκοῦσιν Ἰουδαίοις ἔθος ἐστὶν εὐχομένοις, πρὸς μεσημβρίαν ἀποβλέπειν κατὰ τὴν τῆς πόλεως θέσιν. Λέγει δὲ, μεταξὺ τοῦ θείου νεὼ καὶ τῆς καλουμένης ἐξέδρας, πέντε διορίζειν πήχεις· ἀπὸ δὲ τοῦ ἑσπερίου τείχους μέχρις αὐτῆς τῆς ἐξέδρας ἑβδομήκοντα εἶναι πήχεις, εὖρος δὲ ἐννενήκοντα. Μέσος δὲ, φησὶν, ἦν ὁ θεῖος νεὼς, σανίσιν ἅπας κεκαλυμμένος, οὐ τοὺς τοίχους μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος καὶ τὸν ὄροφον. Εἶχε δὲ καὶ θυρίδας δικτυωτὰς,