Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1225
Not analysed yet
τουτέστι, διατρήτους δικτύῳ ἐοικυίας. Αἱ γλυφαὶ δὲ ἐπὶ τῶν τοίχων καὶ ἐπὶ τῶν φλιῶν, τῶν χερουβὶμ καὶ φοινίκων ἀπεικάσματα εἶχον· ἕκαστον δὲ τῶν χερουβὶμ δύο εἶχε πρόσωπα, ἓν μὲν λέοντος, ἓν δὲ ἀνθρώπου, καὶ τὸ μὲν πρὸς τοῦτον ἀπέβλεπε τὸν φοίνικα, τὸ δὲ πρὸς ἐκεῖνον. Δύο δὲ πρόσωπα ἀντὶ τῶν τεσσάρων ἐθεάσατο γεγλυμμένα· ἐπειδὴ οὐδὲ οἷόν τε ἦν ἐν σανίσιν ἀκριβῶς τέσσαρα διαγλύψαι. Λέγει δὲ καὶ τὸ θυσιαστήριον τεθεᾶσθαι τὸ πρὸ τῶν ἁγίων· εἶχε δὲ, φησὶ, τὸ μὲν ὕψος τρεῖς πήχεις, δύο δὲ πήχεις τὸ μῆκος, καὶ τὸ πλάτος ὡσαύτως, τουτέστι τετράγωνον ἰσόπλευρον. Ἐδιδάχθην δὲ ὑπὸ τοῦ ταῦτά μοι δεικνύντος, ὡς αὕτη ἦν ἡ τράπεζα ἡ κατέναντι Κυρίου. Ἐπιστῆσαι δὲ προσήκει, ὡς τὴν τράπεζαν, τὴν τοὺς ἄρτους τῆς προθέσεως δεχομένην, θυσιαστήριον προσηγόρευσε, τοῦ μεγάλου Μωσέως τράπεζαν αὐτὴν ὀνομάσαντος μόνον. Προανοίγνυται τοίνυν τοῖς ἡμετέροις θύρα διὰ τῆς προφητείας. Ἦν δὲ, φησὶ, καὶ ἡ θύρα τῶν ἁγίων, οὐ δίθυρος, ἀλλὰ τετράθυρος, ὥστε ἀνοιγομένας εἰς ἑαυτὰς ἀνακλᾶσθαι· καὶ αὐταὶ δὲ τὰς αὐτὰς εἶχον γλυφάς. Λέγει δὲ καὶ ἑτέρας ἐξέδρας ἑωρακέναι ἐν τῇ ἐξωτέρᾳ αὐλῇ διακειμένας, καὶ πρὸ τῶν ἐξεδρῶν περίπατον δέκα πήχεων τὸ εὖρος, ἑκατὸν δὲ τὸ μῆκος. Φῶς δὲ τοῦ περιπάτου καλεῖ τὸ παρ' ἡμῖν καλούμενον φωτικόν. Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρεγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆσαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι. Οὔτε γὰρ θέμις τινὰ τοῦ λαοῦ προσψαύειν αὐτοῖς τὴν ἱερατικὴν περικειμένοις στολήν· διὸ προσήκει ἐν ἐκείνοις τοῖς οἴκοις ἀποδύεσθαι τὴν ἀφωρισμένην ταῖς λειτουργίαις ἐσθῆτα, ἑτέραν δὲ ἀμπέχεσθαι, καὶ οὕτω πρὸς τὸν λαὸν ἐξιέναι. Ὑπέδειξε δέ μοι καὶ τὸν κύκλον τῷ μέτρῳ κεχρημένος, καὶ ἐδίδαξε μετρήσας, ὡς ἕκαστον τῶν τεσσάρων, τό τε ἑῷον, καὶ τὸ ἑσπέριον, τό τε νότιον, καὶ τὸ βόρειον, πήχεις εἶχε πεντακοσίους, ὡς συνάγειν τὸν κύκλον τῶν πεντακοσίων τετραπλούμενον εἰς δισχιλίους πήχεις. ΚΕΦΑΛΑΙΟΝ ΜΓʹ. αʹ, βʹ. Καὶ ἤγαγέ με, φησὶν, ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με. Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολὰς, καὶ φωνὴ τῆς παρεμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν. Παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ, εὗρον· «Ὡς φωνὴ ὑδάτων πολλῶν. Καὶ ἡ γῆ ἐξέλαμπεν, ὡς φέγγος ἀπὸ τῆς δόξης αὐτοῦ κυκλόθεν.»