Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1228
Not analysed yet
γʹ. Καὶ ἡ ὅρασις ἣν εἶδον, κατὰ τὸ εἶδος ὃ εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρίσαι τὴν πόλιν. Πάλιν κἀνταῦθα καὶ παρὰ τῷ Σύρῳ, καὶ παρὰ τῷ Ἑβραίῳ, εὗρον· «Ὅτε εἰσῆλθον ἀπολέσαι τὴν πόλιν.» Δηλοῖ δὲ τὴν δευτέραν ὀπτασίαν, ἐν ᾗ ἐθεάσατο, καὶ τοὺς ἐπιφερομένους τοὺς πελέκεις, καὶ τὴν πόλιν κόπτοντας, καὶ τὸν τοὺς ἄνθρακας κατὰ πάσης τῆς πόλεως διασκεδάσαντα, ὅτε καὶ τὸ σημεῖον εἶδεν ἐπιτεθὲν τοῖς στενάζουσιν ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Καὶ εἰκὸς τοὺς Ἑβδομήκοντα τῇ διανοίᾳ προσεσχηκότας χρίσιν καλέσαι τὴν τῶν μετώπων σημείωσιν τῶν ἀπαλλαγέντων τῆς τῶν κοπτόντων τιμωρίας. «Καὶ ἡ ὅρασις δὲ τοῦ ἅρματος ἐῴκει τῇ ὁράσει, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ.» Εὐθὺς δὲ θεασάμενος· Ἔπεσον, φησίν. (δʹ.) Ἡ δὲ τοῦ Κυρίου δόξα εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. Καὶ οὐκ ἔφη τὸν Κύριον εἰσεληλυθέναι· ἀπερίγραφος γὰρ ἡ θεία φύσις· ἀλλὰ τοῦ Κυρίου τὴν δόξαν, τουτέστι τὴν ὀφθεῖσαν θεωρίαν. εʹ, ϛʹ. Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με. Ἐπειδὴ γὰρ καὶ ἡνίκα τὴν σκηνὴν ὁ μακάριος ἔπηξε Μωσῆς, ἡ δόξα Κυρίου ἐπλήρωσεν αὐτὴν, καὶ ὅτε Σολομὼν τοῦ νεὼ τὴν οἰκοδομίαν συμπληρώσας τὴν τῶν ἐγκαινίων ἐπετέλεσεν ἑορτὴν, πάλιν ὡσαύτως ἡ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον, ἀναγκαίως καὶ ταύτης τῆς οἰκοδομίας δειχθείσης, καὶ ἐπιφαίνεται ὁ Δεσπότης, καὶ τῆς οἰκείας δόξης τὸν οἶκον πληροῖ, δεικνὺς, ὅτι οὐ μόνον οἰκοδομηθήσεται, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας πληρωθήσεται. «Καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενος ἐμοῦ.» Ἔδειξεν ὡς ἄγγελος ἦν ὁ τὴν οἰκοδομίαν μετρήσας τε καὶ ὑποδείξας, καὶ εἰκὸς τὸν ἅγιον αὐτὸν εἶναι Μιχαήλ· αὐτὸς γὰρ τὴν τοῦ λαοῦ κηδεμονίαν ἐγκεχείριστο. ζʹ. Καὶ εἶπε πρός με (οὐχ ὁ ἄγγελος, ἀλλ' ὁ Δεσπότης)· Ἑώρακας, υἱὲ ἀνθρώπου, τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου. Οὕτω καὶ ὁ μακάριος Δαβὶδ ὑποπόδιον τοῦ Θεοῦ τὸν θεῖον ὀνομάζει νεών. «Προσκυνεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν.» Τόπον δὲ θρόνου τοῦτον ὠνόμασεν, ὡς ἐπαναπαυόμενος ἐπ' αὐτῷ. Τούτοις ἐπάγει· «Οὗ κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα.» Οὐκ εἶπε, κατεσκήνωσεν, ἀλλὰ κατασκηνώσει· κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ