Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1229
Not analysed yet
ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν· οὐκ ἐν τῷ τύπῳ, ἀλλ' ἐν τῇ ἀληθείᾳ. Τύπος δὲ ἦν τῶν ἐπουρανίων ἐκεῖνα. «Ὅρα γὰρ, φησὶ, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» Ἀψευδὴς τοίνυν ἡ ὑπόσχεσις· καὶ γὰρ ὁ Δεσπότης Χριστὸς ταύτην βεβαιῶν πρὸς τοὺς ἱεροὺς ἀποστόλους ἔφη· «Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί μου· εἰ δὲ μή γε, ἔλεγον ὅτι πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν· πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε.» Ἐν τῷ τύπῳ τοίνυν οὔτε κατεσκήνωσεν, οὔτε κατασκηνώσει ὁ Θεὸς εἰς τὸν αἰῶνα· κατεψηφίσατο γὰρ αὐτῶν, λέγων· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Προσήκει τοίνυν ἀπὸ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν ἀναβαίνειν, κἀκείνην ἀναμένειν τοῦ Θεοῦ τὴν κατασκήνωσιν. Καὶ τὰ ἐπαγόμενα τῇ προλεχθείσῃ συνομολογεῖ ἑρμηνείᾳ. «Καὶ οὐ βεβηλώσουσι, φησὶν, οὐκέτι ὁ οἶκος Ἰσραὴλ τὸ ὄνομά μου τὸ ἅγιον, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς παραπτώμασι τῶν ἡγουμένων αὐτῶν ἐν μέσῳ αὐτῶν.» Τοῦτο δὲ εἴ τις περὶ τοῦ Ἰσραὴλ ἁπλῶς λάβοι, ψευδὲς εὑρήσει· πολλὴν γὰρ αὐτῶν καὶ μετὰ τὴν ἐπάνοδον ἀσέβειαν καὶ ὁ Ἔσδρας κατηγορεῖ, καὶ τῶν Μακκαβαίων ἡ ἱστορία· καὶ οὐ μόνον τῶν ἄλλων Ἰσραηλιτῶν, ἀλλὰ καὶ τῶν ἱερέων καὶ τῶν ἀρχιερέων. Ἡ δὲ κατὰ τοῦ Δεσπότου λύττα ποίαν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οὐδὲ ταῦτα τοίνυν ἁπλῶς τῷ Ἰσραὴλ ἁρμόττει, ἀλλὰ τοῖς καθαρὸν ἔχουσι τῆς διανοίας τὸ ὄμμα, καὶ ὁρᾷν τὸν Θεὸν δυναμένοις, καὶ τὴν πνευματικὴν λατρείαν ἀσπαζομένοις. ηʹ. Ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου, φησὶν, ἐν τοῖς προθύροις αὑτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὑτῶν, καὶ ἔδωκαν τὸν τοῖχόν μου, ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν ταῖς ἀνομίαις αὑτῶν, ἃς ἐποίουν. Διὰ πάντων διδάσκει ὡς οὐδὲ αὐτοῖς ἱερὸς καὶ ὁ θεῖος νεὼς ἐνομίζετο, ὡς πάντα ἐν ἐκείνῳ δρᾷν, ἃ ἐν ταῖς οἰκίαις ἐποίουν. Οὗ χάριν φησί· «Καὶ συνετέλεσα αὐτοὺς ἐν τῷ θυμῷ μου, καὶ ἐν φόνῳ.» Δίκας αὐτοὺς, φησὶ, τῆς παρανομίας ἐπραξάμην, καὶ σφαγῇ αὐτοὺς παρέδωκα. Εἶτα παραινεῖ καταλιπεῖν αὐτοὺς τὴν προτέραν ὁδὸν, καὶ τῆς ἀσεβείας ἀπαλλαγῆναι, καὶ αὐτοὺς, καὶ τοὺς ἡγουμένους αὐτῶν· καὶ ὑπισχνεῖται, τούτων γιγνομένων, κατασκηνοῦν ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ ἔτυχον ἂν τῶν ὑποσχέσεων, εἰ παραγενόμενον πρὸς αὐτοὺς τὸν Δεσπότην ἐδέξαντο· ἐπειδὴ δὲ ἰδόντες αὐτὸν ἔφασαν πρὸς ἀλλήλους· «Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία,» ἐκείνους μὲν ἐκ τοῦ