Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1232
Not analysed yet
ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος. Εἶτα παρακελεύεται τῷ προφήτῃ δεῖξαι τῷ λαῷ τοῦ νεὼ τὴν οἰκοδομίαν, ἵνα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας καὶ τῆς ἐλπίδος τῆς ἀνακλήσεως ἐντραπέντες, τοῦ πλημμελεῖν καὶ δυσσεβεῖν παύσωνται. Οὐ μόνον δὲ σκαριφεῦσαι καὶ διαγράψαι τὴν οἰκοδομίαν τῷ λαῷ προσετάχθη, ἀλλὰ καὶ τούτου καὶ δικαιώματα καὶ τὰ νόμιμα ὑποδεῖξαι, ἵνα τῇ τούτων φυλακῇ θεραπεύσωσι τὸν Δεσπότην. Λέγει δὲ τεθεᾶσθαι καὶ τὸ τῶν θυμιαμάτων θυσιαστήριον, τὸ μὲν ὕψος δύο πήχεων, τὸ δὲ μῆκος πήχεως, ἰσόμετρον δὲ εὖρος. Λέγει καὶ δύο τεθεᾶσθαι ἱλαστήρια, οὐκ ἰσόμετρα, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον. Ἀναγκαῖον ζητῆσαι, τί δήποτε τοῦ μακαρίου Μωσέως ἓν ἱλαστήριον κατὰ τὴν θείαν ἐντολὴν πεποιηκότος, ἐνταῦθα δύο θεωρεῖ ὁ προφήτης. Ἡγοῦμαι δὲ ὡς τὸ βραχὺ τύπος τοῦ μείζονος· τύπος γὰρ ἡ Παλαιὰ τῆς Νέας Διαθήκης, καὶ τὸ ἱλαστήριον ἐκεῖνο τοῦ ἡμετέρου ἱλαστηρίου· Χριστὸς δέ ἐστι τὸ ἡμέτερον ἱλαστήριον, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ.» Λέγει δὲ καὶ μεταξὺ τῶν δύο ἱλαστηρίων πήχεις εἶναι τέσσαρας, τοῖς θείοις Εὐαγγελίοις ἰσαρίθμους· μεταξὺ γὰρ τοῦ νόμου καὶ τῶν ἐλπιζομένων ἀγαθῶν, τῶν Εὐαγγελίων ἡ χάρις τοῖς ἀνθρώποις ἐδόθη. ιϛʹ. Καὶ τὸ Ἀριὴλ, φησὶ, πηχῶν δώδεκα τὸ μῆκος καὶ τὸ πλάτος ἰσόμετρον. Τὸ δὲ Ἀριὴλ σημαίνει τῇ Ἑβραίων φωνῇ ὄρος Θεοῦ, ἢ κατ' ἄλλην ἑρμηνείαν, φῶς Θεοῦ· καλεῖ δὲ οὕτως, ὡς ἡγοῦμαι, τοῦ ἱλαστηρίου τὴν βάσιν. Συμβαίνει δὲ καὶ οὗτος τῶν πήχεων ὁ ἀριθμὸς τοῖς ἱεροῖς ἀποστόλοις, οἳ βάσεις καὶ ἐπιβάσεις τῆς θείας ἐγένοντο χάριτος, καὶ τῆς Ἐκκλησίας ὑποβάθρα καὶ κρηπίς· «Σὺ γὰρ εἶ Πέτρος, φησὶ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν,» ὁ Κύριος ἔφη. Καὶ πάλιν· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Αὐτὸ δὲ τὸ ἱλαστήριον δύο πήχεσι λέγει μεῖζον εἶναι τοῦ Ἀριὴλ, καὶ κατὰ τὸ μῆκος, καὶ κατὰ τὸ εὖρος· οὐ γὰρ μόνῃ τῇ θεότητι, ἀλλὰ καὶ τῇ προσληφθείσῃ ἀνθρωπότητι, ἀπείρῳ τῷ μέτρῳ μείζων ὁ Δεσπότης τῶν δούλων. Εἶτα παρακελεύεται τῷ προφήτῃ ὁ τῶν ὅλων Θεὸς, τοὺς περὶ τῶν θυσιῶν νόμους διδάξαι τοὺς ἱερέας, καὶ ὅπως δεῖ τὸν περὶ τῆς ἁμαρτίας μόσχον καὶ προσαγαγεῖν, καὶ θῦσαι, καὶ ἔνθα προσήκει καταπαῦσαι, καὶ ὅπως δεῖ περιῤῥᾶναι τοῦ τε θυσιαστηρίου τὰ κέρατα, καὶ τοῦ ἱλαστηρίου τὰς γωνίας· εἶτα τοὺς περὶ ἁμαρτίας ἐρίφους μώμου παντὸς ἐλευθέρους ὄντας προσαγαγεῖν· καὶ πάλιν ὡσαύτως τῷ αἵματι περιῤῥᾶναι τὸ θυσιαστήριον. Οὕτω δὲ, φησὶ,