Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1233
Not analysed yet
τούτων γινομένων, καὶ τοῦ ὑπὲρ τῆς ἁμαρτίας ἱλασμοῦ πληρωθέντος, προσοίσουσι μόσχον καὶ πρόβατον, μώμου καὶ αὐτὰ ἀπηλλαγμένα, καὶ μετὰ ἁλῶν τὴν θυσίαν ἐπιτελέσουσιν. Μήνυμα δὲ οἱ ἅλες λογισμοῦ, καὶ διακρίσεως, καὶ φρονήματος εὐσεβοῦς· οὐχ ἁπλῶς γὰρ, οὔτε ὡς ἔθει δουλεύοντες, ταῦτα ποιήσουσιν, ἀλλὰ μετά τινος λόγου καὶ σκοποῦ εὐσεβεῖν προαιρουμένου. Ποιήσουσι δὲ, φησὶν, ἑπτὰ ἡμέρας τὰς τοιάσδε θυσίας· ἀπὸ δὲ τῆς ὀγδόης καὶ ἐπέκεινα, τοιάσδε θυσίας, ἵνα μὴ καθ' ἕκαστον διεξίω. ΚΕΦΑΛΑΙΟΝ ΜΔʹ. Ὑπέδειξε δέ μοι καὶ τὴν πύλην, τὴν πρὸς ἀνατολὰς τετραμμένην, κεκλεισμένην, καὶ παρηγγύησε διηνεκῶς ταύτην κεκλεῖσθαι, καὶ ἀπονεμηθῆναι αὐτῷ τῷ τῶν ὅλων Δεσπότῃ· οὐκ ἐπειδὴ θύρας ἔχρῃζεν εἰσιέναι βουλόμενος ὁ πανταχοῦ παρὼν καὶ τοῖς πᾶσι παριστάμενος. Πῶς γὰρ ἂν καὶ εἰσῆλθε ταύτης κεκλεισμένης, εἴπερ εἰσιέναι διὰ θυρῶν ἐπεφύκει; Ἀλλὰ ταῖς ἀσθενεστέραις συγκατιὼν ἀκοαῖς ταῦτα διατυποῖ. Εἰκὸς δὲ διὰ τούτων ἡμῖν αἰνίττεσθαι καὶ τὴν Παρθενικὴν μήτραν, δι' ἧς οὔτε εἰσελήλυθέ τις, οὔτε ἐξελήλυθεν, ἢ μόνος αὐτὸς ὁ Δεσπότης. Προσέταξε δὲ παρὰ τὴν θύραν καὶ τὸν ἡγούμενον, τουτέστι τὸν ἀρχιερέα, τῆς τροφῆς ἀπολαύειν, παριέναι δὲ διὰ τοῦ προπυλαίου, καὶ ἀπιόντα, καὶ ἀνιόντα· τοῦτο γὰρ ἐκάλεσεν αἰλάμ. Οὕτω δὲ τούτων καὶ λαληθέντων καὶ δειχθέντων, πάλιν ὁρᾷ τοῦ Θεοῦ τὴν δόξαν ἐν τῇ πύλῃ τῇ πρὸς βοῤῥᾶν, καὶ εἰπεῖν κελεύεται τῷ παραπικραίνοντι λαῷ, ἢ προσεριστῇ καὶ φιλονείκῳ· οὕτως γὰρ καὶ οἱ ἄλλοι ἑρμηνευταὶ ἡρμηνεύκασιν· ἀρκεσθῆναι τῇ προτέρᾳ παρανομίᾳ, ἣν τολμῶντες διετέλεσαν, ἀλλοφύλους καὶ ἀπεριτμήτους εἰς τὸν θεῖον εἰσάγοντες νεών· τὸ δὲ μέγιστον τῶν ἐγκλημάτων, ὅτι οὐ μόνον τὴν σάρκα ἀπερίτμητον εἶχον, ἀλλὰ καὶ πρὸ τῆς σαρκὸς τὴν διάνοιαν· ὡς εἶναι δῆλον, ὅτι τῆς μὲν καρδίας ἡ περιτομὴ δικαιοσύνης κατόρθωσις, ἡ δὲ τῆς σαρκὸς περιτομὴ τῆς κατὰ διάνοιαν περιτομῆς σημεῖόν ἐστι καὶ σφραγίς. Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελάζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν· μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν. Προσήκει δὲ αὐτοὺς, φησὶ, τοῖς μὲν ἐξ ἐρίων ὑφάσμασι μηδαμῶς κεχρῆσθαι, ἐσθήματα δὲ λινᾶ περιβάλλεσθαι μόνα, κατὰ τὸν τῆς ἱερουργίας καιρὸν, καὶ κίδαριν δὲ ἕκαστος τῇ κεφαλῇ περιτιθέτω, καὶ διαζώματα δὲ ἔνδοθεν