Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1236
Not analysed yet
περικείσθω· ἐξιόντες δὲ πρὸς τὸν λαὸν, τὰς μὲν λειτουργικὰς ἀποδυέσθωσαν στολὰς, ἑτέρας δὲ ἀμπεχόμενοι τὰς πύλας ἐξίτωσαν· οὔτε γὰρ θέμις τὸν τῆς ἱερωσύνης ἀλλότριον ταῖς ἱερατικαῖς πελάζειν στολαῖς. Καὶ τὰς κεφαλὰς δὲ οὐ ξυρήσονται, τοῦτο γὰρ ἔθος ἦν ποιεῖν τοῖς τῶν εἰδώλων ἱερεῦσι· «Καὶ τὰς κόμας αὑτῶν οὐ ψιλώσουσιν.» Ὁ δὲ Ἑβραῖος, καὶ ὁ Σύρος, οὐ θρέψουσιν ἔφασαν. Οὔτε γὰρ ξυρεῖσθαι αὐτοὺς, φησὶ, προσήκει, οὔτε κόμας τρέφειν, ἀλλὰ μεσότητα κουρᾶς ἀγαπῆσαι· τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς· «Καλύπτοντες καλύψουσι τὰς κεφαλὰς αὑτῶν.» Δεῖ δὲ αὐτοὺς κατὰ τὸν ἱερουργίας καιρὸν οἰνοποσίας ἀπέχεσθαι· γάμῳ δὲ βουλομένους ὁμιλεῖν, μήτε χήραν, μήτε ἐκβεβλημένην γυναῖκα λαμβάνειν, ἀλλὰ παρθένον. Εἰ δὲ καὶ ἱερέως τις γενομένη γυνὴ χηρεύσειε, καὶ βουληθείη τις αὐτὴν γῆμαι, οὐδὲ ὁ τοιοῦτος γάμος παράνομος ἀνέπαφον γὰρ τῆς ἱερωσύνης μένει τὸ γένος, τῆς ἱερεῖ συναφθείσης τῷ ἱερεῖ πάλιν συναπτομένης. Χρὴ δὲ τούτους πάλιν καὶ τὸν λαὸν ἐκπαιδεύειν τῶν τε κοινῶν καὶ τῶν ἱερῶν τὸ διάφορον. Αὐτοὶ δὲ καὶ ταῖς φονικαῖς δικασάτωσαν δίκαις, καὶ τὰς ἄλλας δὲ ἀμφιβολίας λυέτωσαν, πανταχοῦ τιμῶντες τὸ δίκαιον. Καὶ τὰς ἑορτὰς δὲ κατὰ τὸν νόμον ἐπιτελείτωσαν, καὶ τὰ Σάββατα τῇ ἀργίᾳ καὶ τοῖς ἄλλοις τιμάτωσαν. «Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι,» τουτέστιν ἐπὶ νεκρῷ· οὕτω γὰρ καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος ἔφη· «ἀλλ' ἐπὶ μόνῳ, φησὶ, πατρὶ καὶ μητρὶ, υἱῷ καὶ θυγατρὶ, ἀδελφῷ καὶ ἀδελφῇ μηδέπω γημαμένῃ.» Εἶτα παρεγγυᾷ, πῶς δεῖ τὸν ἀκάθαρτον καθαρθῆναι, καὶ οὕτω τῇ ἱερουργίᾳ πελάσαι· οὐκ ἐπειδὴ τῷ ὄντι μυσαρὸν ἦν τὸ τοὺς τεθνεῶτας ὁρᾷν· εἰ γὰρ ἀληθῶς ἐλωβᾶτο, ἐλυμήνατο ἂν καὶ ἡ τοῦ τεθνεῶτος πατρὸς, ἢ μητρὸς, ἢ ἀδελφοῦ θέα· ἀλλὰ διὰ τούτων αἰδεσιμώτερον παρὰ τοῖς τὰ μικρὰ σεμνύνειν μεμαθηκόσιν Ἰουδαίοις τὸν ἱερέα εἶναι βουλόμενος. Εἶτα παρακελεύεται καὶ τὴν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενεγκεῖν τὸν ἱερέα μέλλοντα εἰς τὰ ἅγια εἰσιέναι· καὶ μερίδα μὴ λαβεῖν μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ διανομῇ τῆς γῆς. «Ἐγὼ γὰρ, φησὶν, ἡ κληρονομία αὐτῶν καὶ κατάσχεσις αὐτῶν.» Τὰ γὰρ ἐμοὶ προσφερόμενα πρωτότοκα, καὶ τὰς ἀπαρχὰς αὐτοῖς εἰς ἀπόλαυσιν δίδωμι, καὶ τὰ ἀπὸ τῶν θυσιῶν ἀφοριζόμενα πάλιν αὐτοῖς ἀπένειμα. Ἐγὼ γὰρ ἀνενδεής. ΚΕΦΑΛΑΙΟΝ ΜΕʹ. Κελεύει δὲ καὶ γῆν τινα ἀφορισθῆναι προάστειον τοῖς ἱερεῦσι· ἀπὸ μὲν ἀνίσχοντος ἡλίου πρὸς ἑσπέραν, δέκα χιλιάδας πήχεων· ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας. Διὸ ἐπήγαγεν·