Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1237
Not analysed yet
θʹ. Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῖ Ἰσραήλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀποῤῥίψατε, καὶ κρῖμα καὶ δικαιοσύνην ποιήσατε, καὶ ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ, λέγει Ἀδωναῒ Κύριος. Εἶτα περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων νομοθετεῖ, καὶ λέγει καὶ ταῦτα ἰσότητι καὶ τῷ δικαίῳ τιμᾶσθαι, καὶ παρακελεύεται εἰσόδου καὶ ἐξόδου ἓν εἶναι μέτρον. Καὶ διδάσκει ἡμᾶς τὸν μὲν κόρον ἔχειν γομὸρ δέκα, ἕκαστον δὲ γομὸρ χοίνικας δέκα, ὡς εἶναι τὸν κόρον χοινίκων ἑκατόν. Καὶ τὸ ὑφὶ δὲ λέγει ἰσόμετρον εἶναι τῷ χοίνικι. Καὶ τὴν μνᾶν παρακελεύεται ἔχειν σίκλους πεντήκοντα, ἕκαστον δὲ σίκλον ὀβολοὺς εἴκοσι· καὶ τὰς δέκα δὲ τοῦ ἐλαίου κοτύλας γομὸρ καλεῖ, ὅπερ ἔφη δέκατον εἶναι τοῦ κόρου. Κελεύει δὲ καὶ τὴν ἀπαρχὴν τὴν προσφερομένην ἀπό τε πυρῶν, καὶ κριθῶν, τὸ ἕκτον ἔχειν τοῦ γομὸρ, τὸ καλούμενον παρ' ἡμῖν ἡμιμέδιμνον· τριάκοντα γὰρ μεδίμνων ὄντος τοῦ κόρου, τοῦ δὲ γομὸρ δέκατον κληθέντος τοῦ κόρου, ἀνάγκη τριῶν εἶναι μεδίμνων τὸ γομὸρ, τῶν δὲ τριῶν μεδίμνων τὸ ἕκτον ἡμιμέδιμνόν ἐστι. Προσέταξε δὲ καὶ ἀπὸ τῶν δέκα κοτυλῶν μίαν κοτύλην προσφέρεσθαι, καὶ τῶν προβάτων δὲ ὡσαύτως τὰς δεκάτας. Ταῦτα δὲ πάντα, φησὶ, δώσει ὁ λαὸς τῷ ἀφηγουμένῳ εἰς τὴν χρείαν τῶν θυσιῶν, ὡς κἀν ταῖς ἑορταῖς καὶ ταῖς νουμηνίαις, κἀν τοῖς Σάββασιν ὑπ' αὐτοῦ τὰς ἱερουργίας πληροῦσθαι, καὶ ἱλάσκεσθαι τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ. Εἶτα διδάσκει, τίνα προσήκει ποιεῖν τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς, καὶ τίνα τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ τίνα πάλιν τῷ ἑβδόμῳ μηνί. Τὴν δὲ προσφερομένην σεμίδαλιν θυσίαν καλεῖ· «Καὶ θυσίαν γὰρ, φησὶ, πέμμα τῷ μόσχῳ, καὶ πέμμα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ ἲν τῷ πέμματι.» Τὸ δὲ ἲν παρὰ τῷ Σύρῳ ἡμίναν εὗρον. ΚΕΦΑΛΑΙΟΝ Μϛʹ. Κελεύει δὲ καὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς βλέπουσαν ἐν ταῖς ἓξ τῆς ἑβδομάδος ἡμέραις κεκλεῖσθαι, ἐν δὲ τῷ Σαββάτῳ διὰ πάσης ἀνοίγνυσθαι τῆς ἡμέρας. Τῶν δὲ, φησὶν, ἱερέων τὰς ὑπὲρ τοῦ ἀρχιερέως προσφερόντων θυσίας, αὐτὸς ἐπὶ τῆς πύλης στήσεται ταύτης, καὶ τῆς θυσίας προσφερομένης, ἑστὼς ἐπὶ τοῦ προθύρου προσκυνήσει, καὶ οὕτως ἐξελεύσεται· καὶ πᾶς δὲ ὁ λαὸς πρὸ ταύτης τῆς θύρας ἑστὼς προσοίσει τῷ Θεῷ τὴν προσκύνησιν, ἕν τε τοῖς Σάββασι, καὶ ἐν ταῖς νουμηνίαις· τὸ δὲ ὁλοκαύτωμα τῶν Σαββάτων ὁ ἀρχιερεὺς προσοίσει. Αὐτὸν γὰρ καλεῖ ἀφηγούμενον. Λέγει δὲ καὶ τῶν ἱερέων τὸν ἀριθμόν· ὡσαύτως δὲ καὶ τίνα δεῖ ἐν ταῖς νουμηνίαις προσφέρειν διδάσκει. Τὸ δὲ μαναὰ τὴν τῆς σεμιδάλεως θυσίαν ἀποκαλεῖ· οὕτω γὰρ καὶ ὁ Σύρος ἡρμήνευσε. Παρακελεύεται δὲ καὶ τοὺς εἰσιόντας εἰς προσκύνησιν τοῦ Θεοῦ εἰς τὴν ἐξωτέραν αὐλὴν, εἰ μὲν ἀπὸ τῆς πύλης τῆς πρὸς βοῤῥᾶν εἰσέλθοιεν, διὰ τῆς πρὸς μεσημβρίαν ὁρώσης ἐξιέναι· εἰ δὲ ἐντεῦθεν