Ancient Greek · ~11 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1240
Not analysed yet
τὴν εἴσοδον ποιήσαιντο, διὰ τῆς ἑτέρας ποιεῖσθαι τὴν ἔξοδον, ὥστε κατὰ τάξιν αὐτοὺς εἰσιόντας καὶ ἐξιόντας θορύβου δίχα παντὸς προσφέρειν τῷ Θεῷ τὴν προσκύνησιν· παρέστω δὲ καὶ ὁ ἀρχιερεὺς, τούτων γινομένων, ὥστε μετὰ πλείονος αἰδοῦς γενέσθαι τὴν προσκύνησιν. Καὶ παντὶ μὲν τῷ λαῷ ἐν τοῖς Σάββασι καὶ ἐν ταῖς ἄλλαις ἑορταῖς, ἀνοίγνυσθαι προσέταξε τὴν πρὸς ἕω θύραν· τῷ δὲ ἀρχιερεῖ γνωμικὴν θυσίαν ἐκ περιουσίας προσενεγκεῖν τῷ Θεῷ βουλομένῳ, καθ' ἣν ἂν βούλοιτο ἡμέραν τὴν θυσίαν ἐπιτελεῖν, ἀνοίγειν, φησὶν, ἐξέστω τὴν θύραν. Ὁμοία γὰρ, φησὶ, ἔστω ἡ παρ' αὐτοῦ προσφερομένη θυσία τῇ τῶν Σαββάτων θυσίᾳ. Ἐκ τῆς δὲ ἀφωρισμένης αὐτῷ γῆς εἴ τινι τῶν υἱέων δοῦναι βουληθείη, διηνεκῶς, φησὶ, τούτου τὴν δεσποτείαν ὁ λαμβάνων ἐχέτω· εἰ δὲ οἰκέτῃ δοθείη, ἐχέτω ὁ οἰκέτης τὴν δεσποτείαν μέχρι τοῦ ἔτους τῆς ἀφέσεως, καὶ τῷ καλουμένῳ ἑβδομαδικῷ ἔτει ἀποδώσει τῷ ἀρχιερεῖ τὴν κληρονομίαν· μόνῳ γὰρ τῷ ἱερατικῷ γένει οὗτος ὁ κλῆρος ἀφώρισται. Οὐ γὰρ προσήκει τῆς πατρῴας κληρονομίας τῶν υἱέων στερηθέντων καὶ γυμνωθέντων, εἰς τὸν λαὸν χωρῆσαι τὴν ἀδικίαν, ἄλλης πάλιν τοῖς ἱερεῦσιν ἀφοριζομένης εἰς παραμυθίαν γῆς· ἔστω τοίνυν τῆς ἀφωρισμένης τοῖς ἱερεῦσι γῆς κληρονόμον τὸ γένος. Ἔδειξε δέ μοι, φησὶ, καὶ ἕτερον τόπον πρὸς δυσμαῖς κείμενον, ταῖς ἀρκτῴαις ἐξέδραις πελάζοντα, καὶ ἔφη τοῦτον εἰς ἕψησιν ἀφορίζεσθαι τοῖς ἱερεῦσιν, ὥστε τὰ περὶ ἀγνοίας καὶ ἁμαρτίας αὐτόθι ἑψεῖν, κἀκεῖ τὸ μαναὰ πέπτειν. Οὔτε γὰρ θέμις, φησὶ, τὰ ἅπαξ ἀφορισθέντα καὶ ἁγιασθέντα κοινὰ ποιεῖν τῷ ἔξω κομίζειν. Εἶδον δὲ καὶ ἑτέρας αὐλὰς ἐκείνης βραχυτέρας, κύκλῳ τῆς μεγίστης διακειμένας αὐλῆς· εἶχε δὲ ἑκάστη τὸ μὲν μῆκος πήχεις τριάκοντα, τὸ δὲ εὖρος τεσσαράκοντα· ᾠκοδόμηντο δὲ παρ' αὐτὰς καὶ οἶκοι, ἃς ἐξέδρας ἐκάλεσεν, ἐν οἷς ἕψεσθαι παρηγγύησε τὰ τοῦ λαοῦ θύματα. ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ. αʹ. Ἐκεῖθέν με πάλιν λαβὼν εἰσήγαγεν ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου τοῦ οἴκου κατὰ ἀνατολὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἀπέβλεπεν κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ οἴκου τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον. Οὕτω τὰ περὶ τῶν θυσιῶν διδαχθεὶς, καὶ μαθὼν, ὅπως τὰ περὶ τῶν ἁμαρτιῶν τυπικῶς δεῖ προσφέρειν θύματα, διδάσκεται τῶν ψυχῶν τὴν ἀληθινὴν κάθαρσιν, τὴν ἐξ ὕδατος καὶ πνεύματος γινομένην. Βλέπει δὲ τοῦτο ὕδωρ ἀπὸ τῶν θυρῶν τοῦ οἴκου ἐξιὸν, καὶ διὰ τοῦ θυσιαστηρίου διιὸν, καὶ διὰ τῶν βορειοτέρων μερῶν ἐπὶ τὰ ἑῷα χωροῦν. Ἐκ γὰρ τῶν Ἰουδαίων ἡ σωτηρία τοῖς ἔθνεσι, καὶ ὁ ἐκ Δαβὶδ κατὰ τὴν σάρκα Χριστὸς, ἐκ τῆς παρθενικῆς νηδύος, οἷον ἀπό τινων θείων προθύρων ἀναφανεὶς, τὴν δι' ὕδατος καὶ πνεύματος ἀναγέννησιν τῇ οἰκουμένῃ δεδώρηται. Ταῦτα καὶ ὁ μακάριος Ἡσαΐας προθεσπίζει, λέγων· «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πο-