Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1241
Not analysed yet
ταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ.» Καὶ ὁ μακάριος δὲ Ζαχαρίας προαγορεύσας τὸ σωτήριον πάθος, καὶ τὸ ἐπιγενόμενον σκότος· «Οὐχ ἡμέρα γὰρ, φησὶ, καὶ οὐ νὺξ, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· οὔτε γὰρ, φησὶ, πλήρης ἡμέρα, οὔτε πλήρης νὺξ, μεσούσης γὰρ τῆς ἡμέρας σκότος ἐγένετο·» ἐπήγαγεν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην.» Δηλοῖ δὲ διὰ τούτων τὰ ἑῷα καὶ τὰ ἑσπέρια, δι' ὧν ἡ οἰκουμένη πᾶσα νοεῖται. Λέγει δὲ καὶ τῆς ἀναβλύσεως τὸν καιρόν. «Ἐν θέρει, φησὶ, καὶ ἔαρι ἔσται οὕτως.» Τοῦτο καὶ ὁ Κύριος τῇ Σαμαρίτιδί φησιν· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλ' ἔσται τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον.» Καὶ ἑτέρωθι· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Τοῦτο τὸ ὕδωρ ὁ θεσπέσιος εἶδεν Ἰεζεκιὴλ προκύψαν μὲν ἐκ τῶν προθύρων τοῦ οἴκου· διὰ γὰρ τοῦ νόμου καὶ τῶν προφητῶν τὰ ἡμέτερα ἀγαθὰ προεῤῥέθη· καὶ ἐλθὸν δὲ διὰ τοῦ θυσιαστηρίου· παρόδῳ γὰρ μόνῃ διὰ τῶν Ἰουδαίων ἐχρήσατο· ἐπειδὴ δὲ ἀπιστήσαντες δοῦναι τῆς πίστεως τοὺς καρποὺς οὐκ ἠθέλησαν, ἐχώρησεν εἰς τὰ ἔθνη, καὶ τὸν μέγιστον καὶ κάλλιστον τῶν Ἐκκλησιῶν ἀρδεύει παράδεισον. Εἶτα λέγει τεθεωρηκέναι τινὰ μετρήσαντα χιλίους ἐν τῷ μέτρῳ, καὶ διελθεῖν μέχρις ἀστραγάλων· πάλιν δὲ τὴν αὐτὴν μετρῆσαι ποσότητα, καὶ διελθεῖν ἕως γονάτων· τρὶς δὲ τὸ μέτρον ἐπενεγκεῖν, καὶ διελθεῖν ἕως ὀσφύος· ἐπειδὴ δὲ τὸν τέταρτον ἐπλήρωσεν ἀριθμὸν, Χειμάῤῥους, φησὶν, ἐγένετο μέγιστος, ὃν οὐχ οἷον διελθεῖν, ὅτι ἐκβράζον τὸ ὕδωρ, ὡς ῥοῖζος χειμάῤῥου, ὃν οὐ διαβήσεταί τις. Ἐδίδαξε δὲ ἡμᾶς διὰ τούτων, ὅτι ἐν ἀρχῇ μὲν τὸ εὐαγγελικὸν κήρυγμα ὀλίγους τῇ σωτηρίᾳ προσάξει· εἶτα τούτους διπλασιάσει, καὶ τριπλασιάσει· μετὰ δὲ ταῦτα πληρώσει τὴν οἰκουμένην, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Πληρωθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.» Ἐπιστῆσαι δὲ προσήκει, ὡς τετράκις ἐμέτρησε, καὶ τοῖς θείοις Εὐαγγελίοις ἰσάριθμον τὸ μέτρον προσήνεγκεν. Ἡγοῦμαι δὲ τὸ τέταρτον μέτρον τοῦ θεσπεσίου Ἰωάννου παραδηλοῦν τὸ Εὐαγγέλιον, θεολογίαν ἔχον ἄβατον ἀνθρώποις καὶ ἀνυπέρβατον. Τίς γὰρ ἂν γένοιτο νοῦς ἐπέκεινα τοῦ Ἐν ἀρχῇ; τίς δ' ἂν ὑπερβαίη τὸ Ἦν; Διὸ καὶ ἐκβράζον τὸ ὕδωρ, ὡς ῥοῖζον χειμάῤῥου, ὃν οὐ διαβήσεταί τις, ἔφη ἐξιέναι. Εὐθὺς δὲ, φησὶ, καὶ παραχρῆμα ὑπέδειξέ μοι παρὰ τὴν ὄχθην τοῦ ὕδατος δένδρα παντοδαποὺς βρύοντα καρπούς. Ἐν ἑκατέρᾳ δὲ ὄχθῃ ταῦτα ἦν τὰ δένδρα· οὐ γὰρ