Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1244
Not analysed yet
μόνον τὴν εἰς Θεὸν πίστιν, ἀλλὰ καὶ τὴν κατὰ Θεὸν πρᾶξιν τοῦτο τὸ ὕδωρ βλαστῆσαι τοὺς ἀνθρώπους πεποίηκε. Καὶ εἶπε, φησὶ, πρός με· Τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ καταβαῖνον ἐπὶ τὴν ἀοίκητον, καὶ ἐρχόμενον ἕως ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς τῆς θαλάσσης. Καὶ ταῦτα δὲ ἔστιν ἀκριβῶς ἐπὶ τῆς ἱστορίας εὑρεῖν. Πρῶτον μὲν γὰρ εἰς τὴν Γαλιλαίαν τὸ σωτήριον ἔδραμε κήρυγμα· ἐκεῖθεν δὲ ἐπὶ τὴν ἀοίκητον καὶ εὐσεβείας ἔρημον τῶν ἐθνῶν χώραν. Ἔφθασε δὲ καὶ ἐπὶ τὴν θάλασσαν τὴν κυμαίνουσαν, τῶν βαρβάρων τὰ γένη· ἐπάγει δὲ ὅτι καὶ ἁγιάσει τὰ ὕδατα· τὰς γὰρ Ἑλληνικὰς καὶ μυθικὰς διδασκαλίας ὑπηρετεῖσθαι παρασκευάσει τῷ θείῳ κηρύγματι, καὶ τὰ νοσώδη ἐκεῖνα ὕδατα διὰ τούτων τῶν ὑδάτων ἁγιαζόμενα ὑγιείας ἔσται παρεκτικά. θʹ. Καὶ ἔσται, πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἐπέλθῃ ἐκεῖ ὁ ποταμὸς, ζήσεται. Πᾶς γὰρ, φησὶ, τῶν σωτηρίων ὑδάτων ἀπολαύων τῆς σωτηρίας τεύξεται. Λέγει δὲ καὶ ἰχθύων πλῆρες τοῦτο γενήσεσθαι τὸ ὕδωρ, καὶ ἁλιέας ἕξειν πολλούς· πολλοὶ γὰρ οἱ διὰ τῶν ὑδάτων τούτων εἰς σωτηρίαν θηρώμενοι, πολλοὶ δὲ καὶ οἱ τὴν ἄγραν ταύτην θηρεύειν πεπιστευμένοι. Τὸ δὲ, «ἀπὸ Ἠγγαδδὶ ἕως Ἠναγλὶμ,» σημαίνει τὴν ἀπὸ πειρασμῶν καὶ θλίψεων εὐφροσύνην. Τὸ γὰρ Ἠγγαδδὶ ὀφθαλμῶν πειρατήριον σημαίνει· τὸ δὲ Ἠναγλὶμ ὀφθαλμὸν μόσχου εἰς θυσίαν προσφερομένου, καὶ τὴν ἁμαρτίαν λύοντος, ἢ ὑπὸ ζυγὸν ἑλκομένου, καὶ γεωργίαν πιστευομένου. Τὸ ψυγμὸς σαγηνῶν δὲ σημαίνει τῶν ἁλιέων οὐ μόνον τὸ πλῆθος, ἀλλὰ καὶ τὸ ἐπιμελές. Οὐ γὰρ ἀποστήσονται, φησὶ, τοῦ ἁλιεύειν, ἀλλ' ἐκεῖ διαναπαύσονται· τὴν γὰρ ἀνάπαυλαν ψυγμὸν σαγηνῶν ἐκάλεσεν, ἐπειδὴ τοῦ ἁλιεύειν παυόμενοι ἁλιεῖς ἁπλοῦν τὰς σαγήνας καὶ ξηραίνειν εἰώθασι. «Καθ' ἑαυτὴν ἔσται,» φησὶ, τουτέστι, τῆς ἀσεβείας κεχωρισμένη ἡ σωζομένη ψυχή· λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἰχθύων οὐ ποταμῷ ἐοικέναι, ἀλλὰ τῇ μεγίστῃ θαλάσσῃ. Οὔτε γὰρ τῷ προτέρῳ λαῷ ἰσάριθμος ὁ νέος λαὸς, ἀλλὰ τῇ τῶν ἐθνῶν θαλάττῃ ἀπεικασμένος, καὶ τὴν οἰκουμένην πληρῶν. Τούτοις ἐπάγει· ιαʹ. Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, τὰ τενάγη αὐτοῦ οὐ μὴ ἰαθῇ, εἰς ἅλας δοθήσεται. Καὶ τοῦτο ὁρῶμεν ἐπὶ τοῦ παρόντος γεγενημένον· αὐξηθέντες γὰρ εἰς πλῆθος εἰς ῥᾳθυμίαν ἐξωκείλαμεν. Συνῳδὰ δὲ καὶ ὁ Δεσπότης προηγόρευσεν· «Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τοὺς τοίνυν ἐπιπολαίους, καὶ τὸ κήρυγμα μόνον περικειμένους, ὁποῖοι ἡμῶν οἱ πλεῖστοι, τενάγη ἀποκαλεῖ· καὶ γὰρ τὰ τενάγη