Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1245
Not analysed yet
οὐ βαθέα, ἀλλ' ἐξ ἐπιπολῆς ἔχει τὸ ὕδωρ. Τοὺς οὕτω τοίνυν διακειμένους λέγει θεραπείας μὴ τυγχάνειν. Ἀλλὰ καὶ οὕτω, φησὶν, οὐκ ἄχρηστοι τοῖς λοιποῖς· παιδευόμενοι γὰρ πρόφασις τῆς ἄλλης ὠφελείας γενήσονται. Οὗ χάριν, ἔφη «εἰς ἅλας δοθήσεται.» Ἀρτύειν γὰρ οἶδέ πως ἡμᾶς, καὶ ὠφελείας πληροῦν, οὐ μόνον ὁ διδάσκαλος λόγος, ἀλλὰ καὶ ἡ ἐπιφερομένη τῆς ἁμαρτίας τιμωρία. Οὕτω τὰ κατὰ τοὺς ῥᾳθύμους προαγορεύσας, πάλιν τῶν σπουδαίων καὶ τῶν ἁγίων τοὺς καρποὺς διηγεῖται, καὶ ὅτι οὐδὲν ἄκαρπον παρ' αὐτοῖς, ἀλλὰ πάντα βρώσιμα. Πρὸς δὲ τῷ καρπῷ, φησί· ιβʹ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐδὲ μὴ παλαιωθῇ ἐπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ τῆς καινότητος αὐτοῦ εἰς τοὺς μῆνας αὐτοῦ· πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν. Ταῦτα, φησὶ, τὰ δένδρα πάντα ἐδώδιμον οἴσει καρπὸν τοῦτον διηνεκῶς. Οὐ γὰρ ἅπαξ τοῦ ἔτους, ἀλλὰ κατὰ μῆνα· οὐ γὰρ ἐν ἑορταῖς εὐσεβοῦσιν οἱ ἅγιοι, διηνεκῶς δὲ τὴν τῶν θείων νόμων ἐκπληροῦσι φυλακήν. Ἀλλὰ καὶ «Τὰ φύλλα, φησὶν, οὐκ ἀποῤῥυήσεται ἀπ' αὐτῶν.» Ἔχουσι γὰρ τῇ τῆς ἀρετῆς ἐργασίᾳ τὴν θυμηδίαν ἀκολουθοῦσαν. «Ὁ δὲ καρπὸς αὐτῶν ὅλος εἰς βρῶσιν.» Θαυμάζειν γὰρ εἰώθαμεν τοὺς τῆς ἀρετῆς ἀθλητάς. «Καὶ ἡ ἀνάδοσις αὐτῶν εἰς ὑγίειαν.» Λογιζόμενοι γὰρ ὅσον ἀγαθὸν ἡ κατὰ Θεὸν ζωὴ, τὴν ἐντεῦθεν ὠφέλειαν καρπούμεθα, καὶ τῆς κατὰ Θεὸν ὑγιείας τυγχάνομεν. Ἐντεῦθεν διδάσκεται ὁ προφήτης, τίνα τὰ ὅρια τοῦ Ἰσραήλ. Ἀπὸ βοῤῥᾶ μέν φησι τὴν ὁδὸν εἶναι τὴν Ἠμὰθ ἀναμέσον τῶν ὁρίων Δαμασκοῦ. Ἠμὰθ δὲ τὴν Ἐπιφάνειαν καλοῦσι, τινὲς δὲ τὴν Ἐμίσαν. Καὶ γὰρ ἡ θεία Γραφὴ δύο οἶδεν ὁμωνύμους· λέγει γάρ· «Εἰς Ἠμὰθ τὴν μεγάλην.» Ἀπὸ ἀνατολῶν δὲ λέγει τὸν Ἰορδάνην ὅριον, καὶ τὸν πρὸς ἀνατολὰς φοινικῶνα· ἀπὸ δὲ μεσημβρίας, ἕως ὑδάτων ἀντιλογίας· οὕτω γὰρ τὸ Μαριμὼθ ὁ Σύρος ἡρμήνευσεν· ἀπὸ δύσεως δὲ τὴν θάλασσαν ὅριον εἶναι. Ταύτην δὲ προσέταξεν οὐ μόνον τοῖς ἐκ τοῦ Ἰσραὴλ τὸ γένος κατάγουσι διανεμηθῆναι, ἀλλὰ καὶ τοῖς προσηλύτοις, τοῖς παροικοῦσιν ἐν μέσῳ αὐτῶν, Οἵτινες, φησὶν, ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν. «Καὶ οἱ ἑκάστῃ, φησὶ, φυλῇ συνοικοῦντες προσήλυτοι μετὰ τῆς αὐτῆς φυλῆς τὴν κληρονομίαν λαβέτωσαν.» ΚΕΦΑΛΑΙΟΝ ΜΗʹ. Εἶτα κελεύει πρώτην μὲν λαβεῖν τὴν φυλὴν Δᾶν ἀπὸ βοῤῥᾶ, δευτέραν τὴν Ἀσὴρ, τρίτην τὴν Νεφθαλεὶμ, τετάρτην τὴν Μανασσὴ, πέμπτην τὴν Ἐφραῒμ, ἕκτην τὴν Ῥουβὴν, ἑβδόμην τὴν Ἰούδα· εἶτα τὴν τοῖς ἱερεῦσιν ἀφορισθεῖσαν, πέντε μὲν καὶ εἴκοσι χιλιάδων τὸ εὖρος, δέκα δὲ χιλιάδων τὸ μῆκος· κελεύει δὲ τούτου τὸν κλῆρον περὶ αὐτὴν τεθῆναι